# In Matthaeum (homiliae 1-90) 4.1-42

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες· «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ ἀποκριθεὶς εἶπε· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.». Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-42

Ποῦ νῦν εἰσιν οἱ τὰ σημεῖα ζητοῦντες; Ἀκουέτωσαν ὅτι γνώμης χρεία εὐγνώμονος· κἂν μὴ αὕτη παρῇ, σημείων οὐδὲν ὄφελος. Ἰδοὺ γοῦν οἱ μὲν Νινευῗται χωρὶς σημείων ἐπίστευσαν· οὗτοι δὲ μετὰ τοσαῦτα θαύματα χείρους ἐγένοντο, καὶ δαιμόνων ἀπείρων οἰκητήριον ἑαυτοὺς κατέστησαν, καὶ μυρίας ἐπεσπάσαντο συμφοράς· καὶ μάλα εἰκότως. Ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων. Διὰ γὰρ τοῦτο εἶπεν, ὅτι οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή. Καὶ γὰρ ἀπὸ δύο τούτων σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι· μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν, ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή. Ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. Ταῦτα μὴ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς εἰρῆσθαι καιρὸν ἂν ἔχοι, ὅταν φωτισθέντες καὶ τῶν προτέρων ἀπαλλαγέντες κακῶν, πάλιν τῆς αὐτῆς ἐχώμεθα πονηρίας· καὶ γὰρ χαλεπωτέρα λοιπὸν ἔσται ἡ κόλασις τῶν μετὰ ταῦτα ἁμαρτημάτων. Διὰ τοῦτο καὶ τῷ παραλύτῳ ὁ Χριστὸς ἔλεγεν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· καὶ ταῦτα πρὸς ἄνθρωπον τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ. Καὶ τί χεῖρον ἔμελλε, φησὶ, πείσεσθαι τούτων; Πολλῷ χεῖρον καὶ χαλεπώτερον. Μὴ γὰρ δὴ γένοιτο τοσαῦτα ἡμᾶς ὑπομένειν, ὅσα δυνάμεθα παθεῖν. Οὐδὲ γὰρ ἀπορεῖ τιμωριῶν ὁ Θεός. Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτω καὶ ἡ ὀργὴ αὐτοῦ. Τοῦτο καὶ τῇ Ἰερουσαλὴμ ἐγκαλεῖ διὰ τοῦ Ἰεζεχιήλ· Εἶδον γάρ σε, φησὶ, πεφυρμένην ἐν αἵματι, καὶ ἔλουσα καὶ ἔχρισα, καὶ ἐγένετό σοι ὄνομα ἐν τῷ κάλλει σου· καὶ ἐξεπόρνευσας, φησὶν, ἐπὶ τοὺς ὁμοροῦντάς σοι· διὸ καὶ χαλεπώτερα ἀπειλεῖ σοι ἁμαρτανούσῃ. Ἐντεῦθεν δὲ μὴ τὴν κόλασιν λογίζου μόνον, ἀλλὰ καὶ τὴν ἄπειρον τοῦ Θεοῦ μακροθυμίαν. Ποσάκις γοῦν τῶν αὐτῶν ἡψάμεθα κακῶν, καὶ ἔτι μακροθυμεῖ. Ἀλλὰ μὴ θαῤῥῶμεν, ἀλλὰ φοβηθῶμεν. Καὶ γὰρ ὁ Φαραὼ, εἰ ἐκ τῆς πρώτης πληγῆς ἐπαιδεύθη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη. Ταῦτα δὲ λέγω, ἐπειδὴ πολλοὺς οἶδα κατὰ τὸν Φαραὼ καὶ νῦν λέγοντας, Οὐκ οἶδα τὸν Θεὸν, καὶ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλοῦντας τοὺς ὑπευθύνους. Πόσοι, τοῦ Θεοῦ κελεύοντος ἀνιέναι τὴν ἀπειλὴν, οὐδὲ τὸν πόνον ἀνέχονται χαλάσαι; Ἀλλ' οὐκ ἔστιν Ἐρυθρὰν θάλατταν λοιπὸν διαβῆναι νῦν. Ἀλλὰ πέλαγός ἐστι πυρὸς, πέλαγος οὐ τοιοῦτον, οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ μεῖζον καὶ ἀγριώτερον, ἐκ τοῦ πυρὸς ἔχον τὰ κύματα, πυρὸς ξένου τινὸς καὶ φρικώδους. Ἄβυσσός ἐστιν ἐκεῖ μεγάλη φλογὸς χαλεπωτάτης. Πανταχοῦ γὰρ πῦρ περιτρέχον ἔστιν ἰδεῖν, ἀγρίῳ τινὶ θηρίῳ ἐοικός. Εἰ γὰρ ἐνταῦθα τὸ αἰσθητὸν τοῦτο καὶ ὑλικὸν πῦρ, ὥσπερ θηρίον ἐκπηδῆσαν τῆς καμίνου, ἐφήλατο τοῖς ἔξω καθημένοις, τί οὐκ ἐργάσεται ἐκεῖνο τοὺς ἐμπεσόντας; Ἄκουσον περὶ τῆς ἡμέρας ἐκείνης λεγόντων τῶν προφητῶν· Ἡμέρα Κυρίου ἀνίατος, θυμοῦ καὶ ὀργῆς πλήρης. Οὐδεὶς γὰρ ἔσται ὁ παριστάμενος, οὐδεὶς ὁ ἐξαιρούμενος· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ πρόσωπον τὸ ἥμερον καὶ γαληνόν. Ἀλλ' ὥσπερ οἱ τὰ μέταλλα ἐργαζόμενοι χαλεποῖς τισι παραδίδονται ἀνθρώποις, καὶ οὐδένα τῶν οἰκείων βλέπουσιν, ἀλλὰ τοὺς ἐφεστηκότας μόνους· οὕτω δὴ καὶ τότε· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Ἐνταῦθα μὲν γὰρ δυνατὸν καὶ προσελθεῖν καὶ δεηθῆναι τοῦ βασιλέως, καὶ λῦσαι τὸν καταδικασθέντα· ἐκεῖ δὲ οὐκέτι· οὐ γὰρ ἐφίεται· ἀλλὰ μένουσιν ἀποτηγανιζόμενοι, καὶ τοσαύτην ὀδύνην ἔχοντες, ὅσην οὐδὲ εἰπεῖν δυνατόν. Εἰ γὰρ τῶν ἐνταῦθα καιομένων τὰς δριμείας ἀλγηδόνας οὐδεὶς δύναται παραστῆσαι λόγος, πολλῷ μᾶλλον τῶν ταῦτα ἐκεῖ πασχόντων. Ἐνταῦθα μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν γίνεται· ἐκεῖ δὲ καίεται μὲν, οὐ δαπανᾶται δὲ τὸ καιόμενον. Τί τοίνυν ποιήσομεν ἐκεῖ; Καὶ γὰρ πρὸς ἐμαυτὸν ταῦτα λέγω. Καὶ εἰ σὺ, φησὶν, ὁ διδάσκαλος, περὶ σεαυτοῦ ταῦτα λέγεις, οὐδὲν ἐμοὶ μέλει λοιπόν. Τί γὰρ θαυμαστὸν ἐμὲ κολάζεσθαι; Μὴ, παρακαλῶ, μηδεὶς ταύτην ζητείτω τὴν παραμυθίαν· οὐ γάρ ἐστιν αὕτη παραψυχή. Εἰπὲ γάρ μοι, οὐχὶ ἀσώματος δύναμις ἦν ὁ διάβολος; οὐ τῶν ἀνθρώπων βελτίων; Ἀλλ' ὅμως ἐξέπεσεν. Ἆρ' οὖν ἔστιν ὅστις παραμυθίαν ἐκ τοῦ μετ' ἐκείνου κολάζεσθαι λήψεται; Οὐδαμῶς. Τί δὲ οἱ ἐν Αἰγύπτῳ πάντες; οὐχὶ καὶ τοὺς ἐν ἀρχαῖς ἑώρων κολαζομένους, καὶ ἑκάστην οἰκίαν πένθος ἔχουσαν; Ἆρ' οὖν ἐντεῦθεν ἀνέπνευσαν καὶ παρεκλήθησαν; Οὐ δῆτα· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησαν, ὥσπερ ὑπό τινος φλογὸς μαστιζόμενοι, συνεπιστάντες τῷ βασιλεῖ, καὶ ἀναγκάσαντες ἐκβαλεῖν τῶν Ἑβραίων τὸν δῆμον. Καὶ γὰρ σφόδρα ψυχρὸς οὗτος ὁ λόγος, τὸ νομίζειν παραμυθίαν φέρειν τὸ μετὰ πάντων κολάζεσθαι· τὸ λέγειν, ὡς πάντες καὶ ἐγώ. Τί γὰρ χρὴ λέγειν τὴν γέενναν; Ἐννόησόν μοι τοὺς ὑπὸ ποδαλγίας κατεχομένους, οἳ ὅταν ὑπὸ δριμείας ὀδύνης κατατείνωνται, κἂν μυρίους δείξῃς χαλεπώτερα πάσχοντας, οὐδ' εἰς νοῦν λαμβάνουσι. Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα ἔχειν, εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν. Μὴ τοίνυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα. Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν· ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος, καὶ ζάλης ᾖ πάντα μεστὰ τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν καρπώσεται παραμυθίαν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
