# In Matthaeum (homiliae 1-90) 4.1-44

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου, εἶπον αὐτῷ· Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε οὖν συναυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-44

Τί δὲ τὴν ζωὴν συνίστησι τὴν ἡμετέραν; Ἆρα σημείων ἐπίδειξις, ἢ πολιτείας ἀρίστης ἀκρίβεια; Εὔδηλον ὅτι τὸ δεύτερον· τὰ δὲ σημεῖα καὶ τὰς ἀφορμὰς ἐντεῦθεν ἔχει, καὶ εἰς τοῦτο καταλήγει. Ὅ τε γὰρ βίον ἄριστον ἐπιδεικνύμενος, ἐπισπᾶται ταύτην τὴν χάριν· ὅ τε λαμβάνων τὴν χάριν, διὰ τοῦτο λαμβάνει, ἵνα τὸν ἑτέρων διορθώσηται βίον. Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο τὰ θαύματα ἐκεῖνα ἐποίησεν, ἵνα ἀξιόπιστος φανεὶς ἐντεῦθεν καὶ πρὸς ἑαυτὸν ἑλκύσας, ἀρετὴν εἰς τὸν βίον εἰσαγάγῃ. Διὸ καὶ τὴν πλείονα ὑπὲρ τούτου ποιεῖται σπουδήν. Οὐδὲ γὰρ τοῖς σημείοις ἀρκεῖται μόνον, ἀλλὰ καὶ γέενναν ἀπειλεῖ, καὶ βασιλείαν ἐπαγγέλλεται, καὶ τοὺς παραδόξους ἐκείνους τίθησι νόμους, καὶ πάντα ὑπὲρ τούτου πραγματεύεται, ἵνα ἰσαγγέλους ἐργάσηται. Καὶ τί λέγω, ὅτι ὁ Χριστὸς πάντα τούτου ἕνεκεν ποιεῖ; Σοὶ γὰρ εἴ τις ἔδωκεν, εἰπέ μοι, αἵρεσιν, νεκροὺς ἀναστῆσαι ἐν τῷ ὀνόματι αὐτοῦ, ἢ διὰ τὸ ὄνομα αὐτοῦ ἀποθανεῖν, τί ἂν ἐδέξω μᾶλλον; Οὐκ εὔδηλον ὅτι τὸ δεύτερον; Καὶ μὴν τὸ μὲν σημεῖόν ἐστι, τὸ δὲ ἔργον. Τί δὲ, εἴ τίς σοι προὔθηκε ποιῆσαι χόρτον χρυσὸν, ἢ δυνηθῆναι πάντων τῶν χρημάτων ὡς χόρτου καταφρονῆσαι, οὐκ ἂν τοῦτο ἐδέξω μᾶλλον; Καὶ μάλα εἰκότως. Καὶ γὰρ τοὺς ἀνθρώπους τοῦτο ἂν μάλιστα ἐπεσπάσατο. Εἰ μὲν γὰρ εἶδον τὸν χόρτον χρυσὸν γινόμενον, κἂν ἐπεθύμησαν καὶ αὐτοὶ λαβεῖν τὴν δύναμιν, ὥσπερ ὁ Σίμων, καὶ ηὐξήθη ἂν αὐτοῖς ὁ τῶν χρημάτων ἔρως· εἰ δὲ εἶδον ὡς χόρτου τοῦ χρυσοῦ πάντας καταφρονοῦντας καὶ ὑπερορῶντας, πάλαι ἂν τῆς νόσου ταύτης ἀπηλλάγησαν. Ὁρᾷς ὅτι ὁ βίος μᾶλλον ὠφελεῖν δύναται; Βίον δὲ λέγω νῦν, οὐχὶ ἂν νηστεύσῃς, οὐδὲ ἂν σάκκον καὶ σποδὸν ὑποστρώσῃς· ἀλλ' ἐὰν χρημάτων ὑπερίδῃς ὡς ὑπεριδεῖν χρὴ, ἐὰν φιλοστοργήσῃς, ἐὰν δῷς πεινῶντι τὸν ἄρτον σου, ἐὰν θυμοῦ κρατήσῃς, ἂν κενοδοξίαν ἐκβάλῃς, ἂν βασκανίαν ἀνέλῃς. Οὕτω καὶ αὐτὸς ἐπαίδευε· Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ εἶπεν, Ὅτι ἐνήστευσα· καίτοιγε εἶχεν εἰπεῖν τὰς τεσσαράκοντα ἡμέρας, ἀλλ' οὐ λέγε τοῦτο· ἀλλ', Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ πάλιν πέμπων αὐτοὺς, οὐκ εἶπεν, ὅτι Νηστεύετε ἀλλὰ, Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Χρημάτων μέντοι ἕνεκεν πολλὴν ἀκρίβειαν ἀπῄτησε λέγων· Μὴ κτήσησθε χρυσὸν ἢ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτα δὲ λέγω, οὐχὶ νηστείαν κακίζων· μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἐπαινῶν· ἀλγῶ δὲ, ὅταν τῶν ἄλλων ἠμελημένων ταύτην νομίζητε ἀρκεῖν εἰς σωτηρίαν ὑμῖν, τὸ ἔσχατον τοῦ χοροῦ τῆς ἀρετῆς ἔχουσαν μέρος. Τὸ γὰρ μέγιστον, ἀγάπη καὶ ἐπιείκεια καὶ ἐλεημοσύνη, ἢ καὶ παρθενίαν ὑπερηκόντισεν. Ὥστε εἰ βούλει ἀποστόλων γενέσθαι ἴσος, οὐδὲν τὸ κωλύον. Ἀρκεῖ γὰρ ταύτην τὴν ἀρετὴν ἐπελθόντα μόνον μηδὲν ἔλαττον ἐκείνων ἔχειν. Μηδεὶς τοίνυν εἰς σημεῖα ἀναβαλλέσθω. Ἀλγεῖ μὲν γὰρ, ὅταν ἐξελαθῇ σώματος δαίμων· πολλῷ δὲ μᾶλλον, ὅταν ἁμαρτίας ἀπαλλαττομένην ἴδῃ ψυχήν. Καὶ γὰρ αὕτη ἐστὶν ἡ δύναμις ἐκείνου ἡ μεγάλη. Διὰ ταύτην ἀπέθανεν ὁ Χριστὸς, ἵνα ταύτην καταλύσῃ. Καὶ γὰρ αὕτη τὸν θάνατον εἰσήγαγε· διὰ ταύτην τὰ ἄνω κάτω γέγονεν. Ἂν τοίνυν ταύτην ἀνέλῃς, ἐξέκοψας τοῦ διαβόλου τὰ νεῦρα, συνέτριψας αὐτοῦ τὴν κεφαλὴν, κατέλυσας αὐτοῦ τὴν ἰσχὺν ἅπασαν, διέσπασας τὸ στρατόπεδον, ἁπάντων σημείων ἐπεδείξω σημεῖον μεῖζον. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου. Εἰπὼν γὰρ, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, οὐκ ἐπήγαγε σημεῖον, ἀλλὰ ἀγάπην τὴν πάντων ῥίζαν τῶν ἀγαθῶν. Ἂν τοίνυν ταύτην ἀσκῶμεν, καὶ τὴν ἐκ ταύτης φιλοσοφίαν ἅπασαν, οὐδὲν δεηθησόμεθα σημείων· ὥσπερ οὖν ἐὰν μὴ ἀσκῶμεν, οὐδὲν κερδανοῦμεν ἀπὸ τῶν σημείων. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, ἀφ' ὧν ἐγένοντο οἱ ἀπόστολοι μεγάλοι, ταῦτα ζηλώσωμεν. Πόθεν οὖν ἐγένοντο ἐκεῖνοι μεγάλοι; Ἄκουσον λέγοντος Πέτρου· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος αὐτοῖς, ὅτι Ἐπὶ δώδεκα θρόνους καθίσεσθε· καὶ ὅτι Πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἀπάντων τοίνυν ἑαυτοὺς ἀποστήσαντες τῶν βιωτικῶν, ἀναθώμεθα ἑαυτοὺς τῷ Χριστῷ, ἵνα καὶ τῶν ἀποστόλων γενώμεθα ἴσοι κατὰ τὴν ἀπόφασιν τὴν αὐτοῦ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
