Ancient Greek
Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-45
Not analysed yet
Βούλει καὶ ἐπ' αὐτῶν τῶν ἔργων δείξω σοι τὴν εἰκόνα; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν εὐαγγελιστήν· καίτοι οὐ πάντα αὐτοῦ τὸν βίον ἀνάγραπτον ἔχομεν, ἀλλ' ὅμως καὶ ἐξ ὀλίγων ἔνεστιν αὐτοῦ τὴν εἰκόνα ἰδεῖν διαλάμπουσαν. Ὅτι μὲν ταπεινὸς καὶ συντετριμμένος ἦν, ἄκουσον μετὰ τὸ Εὐαγγέλιον τελώνην ἑαυτὸν καλοῦντα· ὅτι δὲ καὶ ἐλεήμων, ὅρα πάντα ἀποδυσάμενον καὶ ἀκολουθήσαντα τῷ Ἰησοῦ· ὅτι δὲ καὶ εὐσεβὴς, δῆλον ἀπὸ τῶν δογμάτων. Καὶ τὴν σύνεσιν δὲ αὐτοῦ ἀφ' οὗ συνέθηκεν Εὐαγγελίου ῥᾴδιον ἔστιν ἰδεῖν, καὶ τὴν ἀγάπην· τῆς γὰρ οἰκουμένης ἐπεμελήσατο· καὶ τὴν τῶν ἔργων τῶν ἀγαθῶν ἐπίδειξιν ἀπὸ τοῦ θρόνου ἐφ' οὗ μέλλει καθεδεῖσθαι· καὶ τὴν ἀνδρείαν δὲ, ἐξ ὧν χαίρων ὑπέστρεψεν ἀπὸ προσώπου τοῦ συνεδρίου. Ζηλώσωμεν τοίνυν τὴν ἀρετὴν ταύτην, καὶ μάλιστα πάντων τὴν ταπεινοφροσύνην καὶ ἐλεημοσύνην, ὧν ἄνευ σωθῆναι οὐκ ἔνι. Καὶ δηλοῦσιν αἱ πέντε παρθένοι, καὶ μετ' ἐκείνων ὁ Φαρισαῖος. Χωρὶς μὲν γὰρ παρθενίας δυνατὸν ἰδεῖν· χωρὶς δὲ ἐλεημοσύνης ἀμήχανον· τῶν γὰρ ἀναγκαίων τοῦτό ἐστι καὶ συνεχόντων τὸ πᾶν. Οὐκ ἄρα ἀπεικότως καρδίαν αὐτὸ κεκλήκαμεν ἀρετῆς. Ἀλλ' ἡ καρδία αὕτη, ἐὰν μὴ πᾶσι χορηγῇ πνεῦμα, ταχέως σβέννυται. Ὥσπερ οὖν καὶ ἡ πηγὴ, ἐὰν συνέχῃ τὰ νάματα παρ' ἑαυτῇ, σήπεται· οὕτω καὶ οἱ πλουτοῦντες, ὅταν παρ' ἑαυτοῖς τὰ ὄντα κατέχωσι. Διὰ τοῦτο καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λέγομεν, Πολλὴ ἡ σῆψις τοῦ πλούτου παρὰ τῷ δεῖνι· καὶ οὐ λέγομεν, Πολλὴ ἡ ἀφθονία, πολὺς ὁ θησαυρός. Καὶ γὰρ σῆψίς ἐστιν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ καὶ αὐτοῦ τοῦ πλούτου. Καὶ γὰρ τὰ ἱμάτια κείμενα φθείρεται, καὶ τὸ χρυσίον ἰοῦται, καὶ ὁ σῖτος διαβιβρώσκεται· καὶ ἡ ψυχὴ δὲ τοῦ ταῦτα ἔχοντος τούτων ἁπάντων μᾶλλον ταῖς φροντίσι καὶ ἰοῦται καὶ σήπεται. Κἂν ἐθέλῃς φιλαργύρου ψυχὴν εἰς τὸ μέσον ἐξενεγκεῖν καθάπερ ἱμάτιον ὑπὸ μυρίων βρωθὲν σκωλήκων, καὶ οὐκ ἔχον οὐδὲν ὑγιὲς, οὕτως εὑρήσεις διατετρυπημένην πάντοθεν αὐτὴν ὑπὸ φροντίδων, ὑπὸ τῶν ἁμαρτημάτων σεσηπυῖαν, ἰωμένην. Ἀλλ' οὐχὶ τοῦ πένητος τοιαύτη, τοῦ πένητος τοῦ ἑκόντος· ἀλλ' ἀποστίλβει μὲν ὡς χρυσίον, λάμπει δὲ ὥσπερ μαργαρίτης, ἀνθεῖ δὲ ὥσπερ ῥόδον. Οὐ γάρ ἐστιν ἐκεῖ σὴς, οὐκ ἔστιν ἐκεῖ κλέπτης, οὐκ ἔστι φροντὶς βιωτική· ἀλλ' ὡς ἄγγελοι, οὕτω πολιτεύονται. Βούλει τῆς ψυχῆς ταύτης τὸ κάλλος ἰδεῖν; βούλει τῆς πενίας τὸν πλοῦτον καταμαθεῖν; Οὐκ ἐπιτάττει ἀνδράσιν, ἀλλὰ δαίμοσιν ἐπιτάττει· οὐ παρίσταται βασιλεῖ, ἀλλὰ παρέστηκε Θεῷ· οὐ στρατεύεται μετὰ ἀνθρώπων, ἀλλὰ στρατεύεται μετὰ ἀγγέλων· οὐκ ἔχει κιβώτια δύο καὶ τρία καὶ εἴκοσιν, ἀλλὰ τοιαύτην εὐπορίαν, ὡς τὸν κόσμον ἅπαντα μηδὲν εἶναι νομίζειν. Οὐκ ἔχει θησαυρὸν, ἀλλὰ τὸν οὐρανόν· οὐ δεῖται δούλων, μᾶλλον δὲ ἔχει δούλους τὰ πάθη, ἔχει δούλους τοὺς βασιλέων κρατοῦντας λογισμούς. Ὁ γὰρ ἐπιτάττων τῷ τὴν ἁλουργίδα περικειμένῳ, οὗτος αὐτὸν κατέπτηχεν ὁ λογισμὸς, καὶ ἀντιβλέψαι οὐ τολμᾷ. Βασιλείαν δὲ καὶ χρυσὸν καὶ πάντα τὰ τοιαῦτα, καθάπερ παίδων ἀθύρματα γελᾷ, καὶ καθάπερ τροχοὺς καὶ ἀστραγάλους καὶ κεφαλὰς καὶ σφαίρας, οὕτω ταῦτα πάντα ἡγεῖται εἶναι εὐκαταφρόνητα. Ἔχει γὰρ κόσμον, ὃν οὐδὲ ἰδεῖν οἱ ἐν τούτοις παίζοντες δύνανται. Τί τοίνυν τοῦ πένητος τούτου βέλτιον γένοιτ' ἄν; Ἔδαφος γοῦν ἔχει τὸν οὐρανόν. Εἰ δὲ τὸ ἔδαφος τοιοῦτον, ἐννόησον τὸν ὄροφον. Ἀλλ' οὐκ ἔχει ἵππους καὶ ὀχήματα; Τί γὰρ αὐτῷ τούτων χρεία, τῷ μέλλοντι ἐπὶ τῶν νεφελῶν ὀχεῖσθαι, καὶ μετὰ τοῦ Χριστοῦ εἶναι; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, καὶ τὴν ἀνάλωτον εὐπορίαν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.