Ancient Greek
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-54
Not analysed yet
Πῶς ταῦτα ἀκούσαντες κατεπλάγησαν; Καίτοι καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη, καὶ ὄχλος παρῆν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον ἔπαθε· καὶ μετὰ ταῦτα πάλιν, ὅτε καὶ βροντὴν ἔλεγον γεγονέναι· ἀλλ' οὐδὲ τότε τοιοῦτον οὐδὲν ὑπέμειναν. Πῶς οὖν ἐν τῷ ὄρει ἔπεσον; Ὅτι καὶ ἐρημία καὶ ὕψος καὶ ἡσυχία ἦν πολλὴ, καὶ μεταμόρφωσις φρίκης γέμουσα, καὶ φῶς ἄκρατον, καὶ νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα εἰς πολλὴν ἀγωνίαν αὐτοὺς ἐνέβαλε. Καὶ πανταχόθεν ἡ ἔκπληξις συνήγετο, καὶ ἔπεσον φοβηθέντες τε ὁμοῦ καὶ προσκυνοῦντες. Ὥστε δὲ μὴ ἐπιπολὺ τὸ δέος μεῖναν ἐκβαλεῖν αὐτῶν τὴν μνήμην, εὐθέως ἔλυσεν αὐτῶν τὴν ἀγωνίαν, καὶ ὁρᾶται αὐτὸς μόνος, καὶ ἐντέλλεται αὐτοῖς μηδενὶ τοῦτο εἰπεῖν, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Καταβαινόντων γὰρ αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς μηδενὶ εἰπεῖν τὸ ὅραμα, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτότερα ἦν τοῖς πολλοῖς τότε· καὶ τὸ σκάνδαλον δὲ τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο μᾶλλον ἐντεῦθεν. Διὰ τοῦτο κελεύει σιγᾷν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τοῦ πάθους ἀναμιμνήσκων, καὶ μόνον οὐχὶ καὶ τὴν αἰτίαν λέγων, δι' ἣν καὶ σιγᾷν ἐκέλευσεν. Οὐ γὰρ δὴ διαπαντὸς ἐκέλευσε μηδενὶ εἰπεῖν, ἀλλ' ἕως ἂν ἀναστῇ ἐκ νεκρῶν. Καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. Τί οὖν; μετὰ ταῦτα οὐκ ἔμελλον σκανδαλίζεσθαι; Οὐδαμῶς. Τὸ γὰρ ζητούμενον ὁ πρὸ τοῦ σταυροῦ καιρὸς ἦν. Μετὰ γὰρ ταῦτα καὶ Πνεύματος κατηξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν, σάλπιγγος λαμπρότερον τῶν πραγμάτων ἀνακηρυττόντων αὐτοῦ τὴν ἰσχὺν, καὶ οὐδενὸς σκανδάλου τοιούτου μεσολαβοῦντος τὰ γινόμενα. Οὐδὲν ἄρα τῶν ἀποστόλων μακαριώτερον, καὶ μάλιστα τῶν τριῶν, οἳ καὶ ἐν τῇ νεφέλῃ ὁμωρόφιοι γενέσθαι κατηξιώθησαν τῷ Δεσπότῃ. Ἀλλ' ἂν θέλωμεν, ὀψόμεθα καὶ ἡμεῖς τὸν Χριστόν· οὐχ οὕτως ὡς ἐκεῖνοι τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον. Οὐ γὰρ οὕτως ὕστερον ἥξει. Τότε μὲν γὰρ τῶν μαθητῶν φειδόμενος, τοσοῦτον παρήνοιξε μόνον τῆς λαμπρότητος, ὅσον ἠδύναντο ἐνεγκεῖν· ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς τῇ δόξῃ ἥξει, οὐ μετὰ Μωϋσέως καὶ Ἠλία μόνον, ἀλλὰ μετὰ τῆς ἀπείρου τῶν ἀγγέλων στρατιᾶς, μετὰ τῶν ἀρχαγγέλων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν δήμων τῶν ἀπείρων ἐκείνων· οὐ νεφέλης γινομένης ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ. Καθάπερ γὰρ τοὺς δικαστὰς, ὅταν δημοσίᾳ κρίνωσι, τὰ παραπετάσματα συνελκύσαντες οἱ παρεστῶτες πᾶσιν αὐτοὺς δεικνύουσιν· οὕτω δὴ καὶ τότε καθήμενον αὐτὸν ἅπαντες ὄψονται, καὶ πᾶσα ἡ ἀνθρωπίνη παραστήσεται φύσις, καὶ αὐτὸς αὐτοῖς δι' ἑαυτοῦ ἀποκρίνεται· καὶ τοῖς μὲν ἐρεῖ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· τοῖς δὲ ἐρεῖ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Καὶ ἐναντία δὲ ψηφιζόμενος, τοῖς μὲν ἀποκρίνεται, ὅτι Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· τοῖς δὲ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Καὶ τοὺς μὲν διχοτομήσει, καὶ παραδώσει τοῖς βασανισταῖς· τοὺς δὲ κελεύσει δεθέντας χεῖρας καὶ πόδας εἰς τὸ σκότος ἐκβληθῆναι τὸ ἐξώτερον. Καὶ μετὰ τὴν ἀξίνην ἡ κάμινος διαδέξεται, καὶ τὰ ἀπὸ τῆς σαγήνης ῥιπτούμενα ἐκεῖ ἐμπεσεῖται. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος· μᾶλλον δὲ πλέον ἢ ὁ ἥλιος. Τοσοῦτον δὲ εἴρηται, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῶν μόνον ἔσται τὸ φῶς· ἀλλ' ἐπειδὴ τοῦ ἄστρου τούτου φαιδρότερον οὐκ ἴσμεν ἕτερον, ἀπὸ τοῦ γνωρίμου παραστῆσαι ἠβουλήθη τὴν μέλλουσαν λαμπηδόνα τῶν ἁγίων. Ἐπεὶ καὶ ἐν τῷ ὄρει εἰπὼν, ὅτι Ἔλαμψεν ὡς ὁ ἥλιος, διὰ τὴν αὐτὴν αἰτίαν οὕτως εἴρηκεν. Ὅτι γὰρ τοῦ ὑποδείγματος μεῖζον ἦν τὸ φῶς, ἔδειξαν οἱ μαθηταὶ πεσόντες. Εἰ δὲ μὴ ἄκρατον ἦν τὸ φῶς, ἀλλὰ τῷ ἡλίῳ σύμμετρον, οὐκ ἂν ἔπεσον, ἀλλ' εὐκόλως ἤνεγκαν ἄν. Οἱ μὲν οὖν δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, καὶ ὑπὲρ τὸν ἥλιον τότε· οἱ δὲ ἁμαρτωλοὶ τὰ ἔσχατα πείσονται. Τότε οὐχ ὑπομνημάτων δεήσει, οὐκ ἐλέγχων, οὐ μαρτύρων· πάντα γὰρ αὐτός ἐστιν ὁ δικάζων, καὶ μάρτυς, καὶ ἔλεγχος, καὶ κριτής. Πάντα γὰρ οἶδε σαφῶς· Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Οὐ πλούσιος, οὐ πένης, οὐ δυνάστης, οὐκ ἀσθενὴς, οὐ σοφὸς, οὐκ ἄσοφος, οὐ δοῦλος, οὐκ ἐλεύθερος οὐδεὶς ἐκεῖ φανεῖται, ἀλλὰ τῶν προσωπείων τούτων συντριβέντων ἡ τῶν ἔργων ἐξέτασις ἔσται μόνη. Εἰ γὰρ ἐν τοῖς δικαστηρίοις ὅταν τυραννίδος τις κρίνηται ἢ φόνου, ὅπερ ἂν ᾗ, κἂν ὕπαρχος, κἂν ὕπατος, κἂν ὁτιοῦν, πάντα ἀφίπταται τὰ ἀξιώματα, καὶ ὁ ἁλοὺς τὴν ἐσχάτην δίδωσι δίκην· πολλῷ μᾶλλον ἐκεῖ τοῦτο ἔσται.