Ancient Greek
Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-59
Not analysed yet
Καὶ εἰ προαιρέσεώς ἐστι, φησὶ, πῶς ἀρχόμενος ἔλεγεν, Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται; Ἵνα μάθῃς ὅτι μέγας ὁ ἆθλος, οὐχ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσῃς. Δέδοται γὰρ ἐκείνοις, τοῖς βουλομένοις. Εἶπε δὲ οὕτω, δεικνὺς ὅτι πολλῆς δεῖ τῆς ἄνωθεν ῥοπῆς τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. Ἔθος γὰρ αὐτῷ ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅταν μέγα τὸ κατορθούμενον ᾖ, ὡς ὅταν λέγῃ· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον καὶ ἐκ τοῦ παρόντος. Εἰ γὰρ τῆς ἄνωθεν δόσεως μόνης ἐστὶ, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. Σὺ δέ μοι σκόπει, πῶς ἐξ ὧν ἕτεροι πονηρεύονται, κερδαίνουσιν ἕτεροι. Οἱ μὲν γὰρ Ἰουδαῖοι μηδὲν μαθόντες ἀπῆλθον· οὐδὲ γὰρ ἵνα μάθωσιν ἠρώτων· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον. Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· καὶ ἐπετίμησαν οἱ μαθηταὶ αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία; Ἀξιώματος ἕνεκεν. Τί οὖν αὐτός; Διδάσκων αὐτοὺς μετριάζειν, καὶ τύφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ ἐναγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται· ὅπερ καὶ ἔμπροσθεν εἴρηκεν. Καὶ ἡμεῖς τοίνυν, εἰ βουλοίμεθα κληρονόμοι γενέσθαι τῶν οὐρανῶν, τὴν ἀρετὴν ταύτην μετὰ πολλῆς κτησώμεθα τῆς ἐπιμελείας. Οὗτος γὰρ φιλοσοφίας ὅρος, μετὰ συνέσεως ἄπλαστον εἶναι· τοῦτο βίος ἀγγελικός. Καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου. Τοῖς λελυπηκόσιν οὐ μνησικακεῖ, ἀλλ' ὡς φίλοις προσέρχεται, ὡς οὐδενὸς γενομένου. Καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ, ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ. Κἂν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης, ἀλλ' ἕλοιτο ἂν μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἢ τὴν βασιλίδα μετὰ κόσμου. Τὸ γὰρ οἰκεῖον καὶ ἀλλότριον οὐ πενίᾳ καὶ πλούτῳ, ἀλλὰ φιλίᾳ διαγινώσκειν οἶδε. Καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ' ὅσον ἐμπλησθῆναι τοῦ μαστοῦ, καὶ ἀφίσταται τῆς θηλῆς. Τὸ παιδίον οὐ λυπεῖται ἐφ' οἷς ἡμεῖς· οἷον ἐπὶ ζημίᾳ χρημάτων, καὶ τοῖς τοιούτοις· καὶ οὐ χαίρει πάλιν ἐφ' οἷς ἡμεῖς, τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται πρὸς κάλλη σωμάτων. Διὰ τοῦτο ἔλεγε· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει. Ἐπειδὴ γὰρ οἱ Φαρισαῖοι οὐδαμόθεν ἄλλοθεν, ὡς ἀπὸ κακουργίας καὶ ἀπονοίας ἔπραττον ἃ ἔπραττον, διὰ τοῦτο ἄνω καὶ κάτω τοὺς μαθητὰς ἀφελεῖς εἶναι κελεύει, ἐκείνους τε αἰνιττόμενος, καὶ τούτους παιδεύων. Καὶ γὰρ οὐδὲν οὕτως εἰς ἀλαζονείαν ἐπαίρει, ὡς ἀρχὴ καὶ προεδρία. Ἐπεὶ οὖν ἔμελλον οἱ μαθηταὶ ἀπολαύειν τιμῆς πολλῆς κατὰ τὴν οἰκουμένην ἅπασαν, προκαταλαμβάνει αὐτῶν τὴν διάνοιαν, οὐκ ἀφιεὶς ἀνθρωπινόν τι παθεῖν, οὐδὲ τιμὰς ἀπαιτεῖν παρὰ τοῦ πλήθους, οὐδὲ τὸ σοβεῖν πρὸ αὐτῶν. Εἰ γὰρ καὶ μικρὰ ταῦτα εἶναι δοκεῖ, ἀλλὰ μεγάλων κακῶν ἐστιν αἴτια. Οὕτω γοῦν οἱ Φαρισαῖοι παιδοτριβούμενοι εἰς τὴν κορωνίδα τῶν κακῶν ἐξέπεσον, τοὺς ἀσπασμοὺς, τὰς προεδρίας τοὺς μεσασμοὺς ἐπιζητοῦντες· ἀπὸ γὰρ τούτων εἰς δοξομανίαν, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν ἐξώκειλαν. Διὰ δὴ τοῦτο ἐκεῖνοι μὲν ἀρὰν ἐπισπασάμενοι διὰ τοῦ πειράζειν, ἀπῆλθον· τὰ παιδία δὲ εὐλογίαν, ἅτε τούτων ἁπάντων ἠλευθερωμένα. Γενώμεθα δὴ καὶ ἡμεῖς κατὰ τὰ παιδία, καὶ τῇ κακίᾳ νηπιάζωμεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἑτέρως ἰδεῖν τὸν οὐρανόν· ἀλλ' ἀνάγκη πάντως εἰς γέενναν ἐμπεσεῖν τὸν ὕπουλον καὶ πονηρόν. Καὶ πρὸ τῆς γεέννης δὲ ἐνταῦθα τὰ ἔσχατα πεισόμεθα. Ἐὰν γὰρ κακὸς γένῃ, φησὶ, μόνος ἀντλήσεις τὰ κακὰ ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τῷ πλησίον. Σκόπει γοῦν, ὡς τοῦτο καὶ ἐπὶ τῶν προτέρων συνέβη. Οὔτε γὰρ πονηρότερόν τι τοῦ Σαοὺλ γέγονεν, οὔτε ἁπλούστερον καὶ ἀφελέστερον τοῦ Δαυΐδ. Τίς οὖν ὁ ἰσχυρότερος ἦν; Οὐ δεύτερον αὐτὸν εἰς χεῖρας ἔλαβεν ὁ Δαυῒδ, καὶ κύριος τοῦ ἀνελεῖν γενόμενος, ἀπέστη; οὐχ ὡς ἐν σαγήνῃ καὶ δεσμωτηρίῳ συνειλημμένον εἶχε, καὶ ἐφείσατο; Καὶ ταῦτα καὶ ἑτέρων παροξυνόντων, καὶ αὐτὸς μυρία ἐγκαλεῖν ἔχων ἐγκλήματα· ἀλλ' ὅμως ἀφῆκε σῶον ἀπελθεῖν. Καίτοι ὁ μὲν μετὰ πάσης αὐτὸν τῆς στρατιᾶς ἐδίωκεν, ὁ δὲ μετὰ ὀλίγων φυγάδων ἀπεγνωσμένων ἦν, ἀλώμενος καὶ τόπους ἐκ τόπων ἀμείβων· ἀλλ' ὅμως ὁ φυγὰς τοῦ βασιλέως περιεγένετο· ἐπειδὴ ὁ μὲν μετὰ ἁπλότητος, ὁ δὲ μετὰ πονηρίας παρετάττετο. Τί γὰρ ἂν γένοιτο πονηρότερον ἐκείνου, ὃς τὸν αὐτῷ στρατηγοῦντα, καὶ τοὺς πολέμους ἅπαντας κατορθοῦντα, καὶ τῆς νίκης καὶ τῶν τροπαίων τοὺς μὲν πόνους ὑπομένοντα, τοὺς δὲ στεφάνους ἐκείνῳ κομίζοντα ἀνελεῖν ἐπεχείρει;