# In Matthaeum (homiliae 1-90) 4.1-60

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-60

Ταῦτ' οὖν ἅπαντα λογιζόμενος, τὴν πονηρὰν ἐπιθυμίαν ἔκβαλε τῶν χρημάτων. Οὐδὲ γὰρ τοῦτο ἔχοις ἂν εἰπεῖν, ὅτι τὰ μὲν παρόντα δίδωσι, τῶν δὲ μελλόντων ἀποστερεῖ· καίτοι καὶ εἰ τοῦτο ἦν, ἐσχάτη τοῦτο κόλασις καὶ τιμωρία. Νῦν δὲ οὐδὲ τοῦτο ἔνι. Μετὰ γὰρ τῆς γεέννης καὶ πρὸ τῆς γεέννης ἐκείνης, καὶ ἐνταῦθα εἰς χαλεπωτέραν σε ἐμβάλλει κόλασιν. Καὶ γὰρ οἰκίας πολλὰς ἡ ἐπιθυμία αὕτη ἀνέτρεψε, καὶ χαλεποὺς πολέμους ἀνεῤῥίπισε, καὶ βιαίῳ θανάτῳ καταλῦσαι τὸν βίον κατηνάγκασε· καὶ πρὸ τῶν κινδύνων δὲ τούτων τῆς ψυχῆς λυμαίνεται τὴν εὐγένειαν· καὶ δειλὸν, καὶ ἄνανδρον, καὶ θρασὺν, καὶ ψεύστην, καὶ συκοφάντην, καὶ ἅρπαγα, καὶ πλεονέκτην, καὶ τὰ ἔσχατα πάντα τὸν ἔχοντα πολλάκις εἰργάσατο. Ἀλλ' ἴσως τὴν λαμπηδόνα τοῦ ἀργυρίου, καὶ τῶν οἰκετῶν τὸ πλῆθος, καὶ τῶν οἰκοδομημάτων τὸ κάλλος, καὶ τὴν θεραπείαν τὴν ἐπ' ἀγορᾶς ὁρῶν καταγοητεύῃ; Τίς οὖν ἂν γένοιτο θεραπεία τῷ πονηρῷ τραύματι τούτῳ; Ἂν ἐννοήσῃς, πῶς σοι ταῦτα τὴν ψυχὴν διατίθησι· πῶς σκοτεινὴν καὶ ἔρημον καὶ αἰσχρὰν αὐτὴν κατασκευάζει καὶ δυσειδῆ· ἂν λογίσῃ μεθ' ὅσων ταῦτα ἐκτήθη κακῶν, μεθ' ὅσων φυλάττεται πόνων, μεθ' ὅσων κινδύνων· μᾶλλον δὲ οὐδὲ φυλάττεται μέχρι τέλους, ἀλλ' ὅταν ἁπάντων διαφύγῃ τὰς λαβὰς, ὁ θάνατος ἐπελθὼν ταῦτα μὲν εἰς τὰς τῶν σῶν ἐχθρῶν πολλάκις ἐξήγαγε χεῖρας, σὲ δὲ ἔρημον λαβὼν ἄπεισιν, οὐδὲν τούτων ἐπισυρόμενον, ἀλλ' ἢ τὰ τραύματα καὶ τὰ ἕλκη μόνον, ἅπερ ἐκ τούτων λαβοῦσα ἄπεισιν ἡ ψυχή. Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν ἀράχνην ἔνδον, καὶ πολλὴν τὴν κόνιν ὄψει. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν· μᾶλλον δὲ αὐτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι. Ἐκείνου ζηλωτὴς γενοῦ, καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας ἐκ τούτων σκοτωθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν· καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσόν· οὐδὲν γὰρ ἴσον ὄψει τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Καὶ σὺ μὲν πλέθρων γῆς τόσων καὶ τόσων μέμνησαι, καὶ οἰκιῶν δέκα καὶ εἴκοσιν, ἢ καὶ πλειόνων, καὶ βαλανείων τοσούτων, καὶ ἀνδραπόδων χιλίων, ἢ δὶς τοσούτων, καὶ ὀχημάτων ἀργυρενδέτων καὶ χρυσοπάστων· ἐγὼ δὲ ἐκεῖνό φημι· Εἰ τῶν πλουτούντων ὑμῶν ἕκαστος, τὴν πενίαν ταύτην ἀφεὶς (πενία γὰρ ταῦτα πρὸς ὃ μέλλω λέγειν), ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάττης, καὶ οἰκουμένην ἕκαστος, καὶ γῆν καὶ θάλατταν, καὶ πανταχοῦ οἰκοδομήματα, καὶ πόλεις καὶ ἔθνη, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέμενοι, ὅταν μὴ ἐπιτύχωσι, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Οὐκ ἔστιν οὐδέν. Μὴ τοίνυν μοι λέγε τὴν τῶν χρημάτων περιουσίαν. ἀλλ' ἐννόει τὴν ζημίαν ὅσην ἐκ ταύτης οἱ ταύτης ὑπομένουσιν ἐρασταὶ, ἀντὶ τούτων τοὺς οὐρανοὺς ἀπολλύντες, καὶ ταὐτὸν πάσχοντες, οἷον ἂν εἴ τις τῆς ἐν βασιλείοις μεγίστης τιμῆς ἐκπεσὼν, κόπρου θημωνίαν ἔχων, μέγα ἐπὶ ταύτῃ φρονοίη. Οὐδὲν γὰρ ἐκείνης ἡ τῶν χρημάτων διαφέρει σωρεία· μᾶλλον δὲ καὶ βελτίων ἐκείνη. Ἡ μὲν γὰρ καὶ πρὸς γεωργίαν ἐπιτήδειος, καὶ πρὸς βαλανείου ἔκκαυσιν, καὶ πρὸς ἄλλα τοιαῦτα· ὁ δὲ κατορωρυγμένος χρυσὸς πρὸς οὐδὲν τούτων. Καὶ εἴθε μόνον ἄχρηστος ἦν· νυνὶ δὲ καὶ πολλὰς ἀνάπτει τῷ ἔχοντι τὰς καμίνους, εἰ μὴ εἰς δέον αὐτῷ χρήσαιτο· τὰ γοῦν μυρία κακὰ ἐντεῦθεν φύεται. Διὰ τοῦτο οἱ μὲν ἔξωθεν ἀκρόπολιν κακῶν τὴν φιλαργυρίαν ἐκάλουν· ὁ δὲ μακάριος Παῦλος πολλῷ βέλτιον καὶ ἐμφαντικώτερον, ῥίζαν αὐτὴν τῶν κακῶν ἁπάντων εἰπών. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, μάθωμεν ζηλοῦν τὰ ἄξια ζήλου, μὴ τὰς λαμπρὰς οἰκοδομὰς, μηδὲ τοὺς πολυτελεῖς ἀγρούς· ἀλλὰ τοὺς πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντας ἄνδρας, τοὺς ἐν οὐρανῷ πλουτοῦντας, τοὺς τῶν θησαυρῶν ἐκείνων κυρίους, τοὺς ὄντως πλουσίους, τοὺς διὰ Χριστὸν πένητας· ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
