Ancient Greek
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-65
Not analysed yet
Ταύτην καὶ ἄγγελοι ἐκ τοῦ οὐρανοῦ τὴν τράπεζαν θεωροῦντες, τέρπονται καὶ ἥδονται. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσούτοις μιμουμένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Οὐκ ἔστιν ἐκεῖ δεσπότης καὶ δοῦλος· πάντες δοῦλοι, πάντες ἐλεύθεροι. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ εἰρημένον· καὶ γὰρ δοῦλοι ἀλλήλων, καὶ δεσπόται ἀλλήλων εἰσίν. Οὐκ ἔστιν ἑσπέρας καταλαβούσης ἐν κατηφείᾳ γενέσθαι, ὅπερ πολλοὶ τῶν ἀνθρώπων πάσχουσι, τὰς ἐκ τῶν μεθημερινῶν κακῶν ἀναλογιζόμενοι φροντίδας. Οὐκ ἔστι μετὰ τὸ δεῖπνον μεριμνῆσαι λῃστὰς, καὶ ἀποκλεῖσαι θύρας, καὶ ἐπιθεῖναι μοχλοὺς, οὐδὲ τἄλλα δεῖσαι, ἃ πολλοὶ δεδοίκασι, τοὺς λύχνους μετὰ ἀκριβείας κοιμίζοντες, μή που σπινθὴρ ἐμπρήσῃ τὴν οἰκίαν. Καὶ ἡ διάλεξις δὲ αὐτοῖς τῆς αὐτῆς γέμει γαλήνης. Οὐ γὰρ ταῦτα, ἅπερ ἡμεῖς διαλεγόμεθα, φθέγγονται, τὰ μηδὲν πρὸς ἡμᾶς· Ὁ δεῖνα γέγονεν ἄρχων, ὁ δεῖνα ἐπαύσατο τῆς ἀρχῆς, ὁ δεῖνα ἐτελεύτησε, καὶ τὸν κλῆρον διεδέξατο ἕτερος, καὶ ὅσα τοιαῦτα· ἀλλ' ἀεὶ περὶ τῶν μελλόντων φθέγγονται καὶ φιλοσοφοῦσι· καὶ ὥσπερ ἑτέραν οἰκοῦντες οἰκουμένην, ὥσπερ εἰς αὐτὸν μεταστάντες τὸν οὐρανὸν, ὥσπερ ἐκεῖ ζῶντες οὕτω τὰ ἐκεῖ πάντα διαλέγονται, περὶ τῶν κόλπων τοῦ Ἀβραὰμ, περὶ τῶν στεφάνων τῶν ἁγίων, περὶ τῆς μετὰ Χριστοῦ χορείας· καὶ τῶν παρόντων αὐτοῖς οὐδὲ μνήμη τις, οὐδὲ λόγος· ἀλλ' ὥσπερ ἡμεῖς οὐκ ἂν ἀξιώσαιμέν τι εἰπεῖν περὶ ὧν οἱ μύρμηκες κατὰ τὰς ὀπὰς καὶ τοὺς χηραμοὺς πράττουσιν, οὕτως οὐδὲ ἐκεῖνοι, τί ποιοῦμεν ἡμεῖς, ἀλλὰ περὶ τοῦ βασιλέως τοῦ ἄνω, περὶ τοῦ πολέμου τοῦ ἐν χερσὶ, περὶ τῶν τοῦ διαβόλου μηχανημάτων, περὶ τῶν κατορθωμάτων ὧν οἱ ἅγιοι κατώρθωσαν. Τί τοίνυν πρὸς ἐκείνους ἡμεῖς παραβαλλόμενοι μυρμήκων διενηνόχαμεν; Καθάπερ γὰρ ἐκεῖνοι τῶν σωματικῶν ἐπιμελοῦνται, οὕτω καὶ ἡμεῖς· καὶ εἴθε τούτων μόνων ἡμεῖς· νῦν δὲ καὶ πολλῷ χειρόνων. Οὐ γὰρ τῶν ἀναγκαίων ἐπιμελούμεθα μόνον, καθάπερ ἐκεῖνοι, ἀλλὰ καὶ τῶν περιττῶν. Οἱ μὲν γὰρ πόρον παντὸς ἐγκλήματος ἀπηλλαγμένον μετέρχονται· ἡμεῖς δὲ πᾶσαν πλεονεξίαν· καὶ οὐδὲ τὰ μυρμήκων μιμούμεθα, ἀλλὰ τὰ τῶν λύκων, τὰ τῶν παρδάλεων· μᾶλλον δὲ καὶ ἐκείνων χείρους. Ἐκείνοις μὲν γὰρ ἡ φύσις οὕτως ἔδωκε τρέφεσθαι· ἡμᾶς δὲ λόγῳ καὶ ἰσονομίᾳ τετίμηκεν ὁ Θεὸς, καὶ τῶν θηρίων γεγόναμεν χείρους. Καὶ ἡμεῖς μὲν τῶν ἀλόγων χείρους, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐνταῦθα ὄντες· καὶ πάντα αὐτοῖς ἐνήλλακται πρὸς ἡμᾶς, καὶ ἐνδύματα, καὶ τροφὴ, καὶ οἰκία, καὶ ὑποδήματα, καὶ λαλιά. Καὶ εἴ τις ἐκείνων ἤκουσε διαλεγομένων καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι. Διὰ δὴ τοῦτο, ἐπειδάν τις ἀξίωμα περιβεβλημένος ἀπέλθῃ πρὸς αὐτοὺς, τότε μάλιστα ἐλέγχεται ὁ τῦφος ἅπας. Ὁ γὰρ γηπόνος ἐκεῖνος, καὶ ὁ πάντων ἄπειρος τῶν βιωτικῶν, τοῦ στρατηγοῦ καὶ μέγα ἐπὶ τῇ ἀρχῇ φρονοῦντος πλησίον κάθηται ἐπὶ στιβάδος, ἐπὶ προσκεφαλαίου ῥυπῶντος. Οὐ γάρ εἰσιν οἱ αἴροντες αὐτὸν, καὶ φυσῶντες· ἀλλὰ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις παρὰ χρυσοχόον ἔλθοι καὶ ῥοδωνιάν· καὶ γὰρ καὶ ἀπὸ τοῦ χρυσίου καὶ ἀπὸ τῶν ῥόδων δέχεταί τινα λαμπηδόνα· οὕτω κἀκεῖνοι, ἀπὸ τῆς αὐγῆς τῆς τούτων κερδαίνοντες μικρὸν, τῆς ἀπονοίας τῆς ἔμπροσθεν ἀπαλλάττονται. Καὶ ὥσπερ εἴ τις εἰς ὑψηλὸν ἔλθοι τόπον, κἂν σφόδρα βραχὺς ἦ, ὑψηλὸς φαίνεται· οὕτω καὶ οὗτοι, πρὸς τὰς ὑψηλὰς αὐτῶν ἐρχόμενοι διανοίας, τοιοῦτοι φαίνονται, ἕως ἂν ἐκεῖ μένωσι, κατελθόντες δὲ ταπεινοῦνται πάλιν, ἀπὸ τοῦ ὕψους ἐκείνου καταβαίνοντες. Οὐδὲν παρ' ἐκείνοις βασιλεὺς, οὐδὲν ὕπαρχος· ἀλλ' ὥσπερ ἡμεῖς τῶν παιδίων ταῦτα παιζόντων γελῶμεν οὕτω κἀκεῖνοι τὴν φλεγμονὴν τῶν ἔξω σοβούντων διαπτύουσι. Καὶ δῆλον ἐντεῦθεν· εἰ γάρ τις αὐτοῖς δοίη μετὰ ἀσφαλείας βασιλείαν, οὐκ ἄν ποτε ἕλοιντο· ἕλοιντο δ' ἂν, εἰ μὴ μεῖζον αὐτῆς ἐφρόνουν, εἰ μὴ πρόσκαιρον τὸ πρᾶγμα εἶναι ἐνόμιζον. Τί οὖν; οὐκ αὐτομολήσομεν πρὸς τοσαύτην μακαριότητα; οὐχ ἥξομεν πρὸς τοὺς ἀγγέλους τούτους; οὐ ληψόμεθα καθαρὰ ἱμάτια, καὶ ἐμπομπεύσομεν τοῖς γάμοις τούτοις, ἀλλὰ μενοῦμεν προσαιτοῦντες, τῶν ἐν ταῖς τριόδοις πτωχῶν οὐδὲν ἄμεινον διακείμενοι, μᾶλλον δὲ πολλῷ χεῖρον καὶ ἀθλιώτερον; Καὶ γὰρ ἐκείνων πολλῷ χείρους οἱ κακῶς πλουτοῦντες, καὶ βέλτιον ἐπαιτεῖν ἢ ἁρπάζειν· τὸ μὲν γὰρ ἔχει συγγνώμην, τὸ δὲ κόλασιν φέρει· καὶ ὁ μὲν οὐδὲν προσκρούει Θεῷ, οὗτος δὲ καὶ ἀνθρώποις καὶ Θεῷ· καὶ τοὺς μὲν πόνους ὑφίσταται τῆς ἁρπαγῆς, τὴν δὲ ἀπόλαυσιν ἕτεροι πολλάκις ἐκαρπώσαντο ἅπασαν. Ταῦτ' οὖν εἰδότες, καὶ ἀποθέμενοι τὴν πλεονεξίαν πᾶσαν, πλεονεκτήσωμεν τὰ ἄνω, μετὰ πολλῆς σπουδῆς τὴν βασιλείαν ἁρπάζοντες. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ῥᾳθυμοῦντά τινα εἰς αὐτὴν εἰσελθεῖν. Γένοιτο δὲ πάντας σπουδαίους καὶ ἐγρηγορότας γεγονότας ταύτης ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.