# In Matthaeum (homiliae 1-90) 4.1-71

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-71

Καὶ τί δήποτε δι' ἀγγέλων αὐτοὺς καλεῖ, εἰ οὕτω φανερῶς ἔρχεται; Τιμῶν αὐτοὺς καὶ ταύτῃ. Ὁ δὲ Παῦλος, ὅτι ἁρπαγήσονται ἐν νεφέλαις. Εἶπε δὲ καὶ τοῦτο, ὅτε περὶ ἀναστάσεως διελέγετο. Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος καταβήσεται ἀπ' οὐρανοῦ ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου. Ὥστε ἀναστάντας μὲν συλλέξουσιν ἄγγελοι, συλλεγέντας δὲ ἁρπάσουσιν αἱ νεφέλαι· καὶ ταῦτα πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ. Οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ' αὐτὸς ἔρχεται ἐν σάλπιγγι. Καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; Πρὸς διανάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῆς τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. Οἴμοι ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. Δέον ἡμᾶς χαίρειν ὅταν ταῦτα ἀκούωμεν, ἀλγοῦμεν, καὶ κατηφεῖς ἐσμεν, καὶ σκυθρωπάζομεν. Ἢ μόνος ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει; Ὡς ἔμοιγε καὶ φρίκη τις ὑπεισέρχεται λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας. Οὐδὲν γὰρ τούτων πρὸς ἐμὲ, ἀλλ' ἐκείνων τῶν μετὰ ταῦτα λεχθέντων, τῶν πρὸς τὰς παρθένους, τῶν πρὸς τὸν καταχώσαντα τὸ τάλαντον ὅπερ ἔλαβε, τῶν πρὸς τὸν πονηρὸν δοῦλον. Διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς καὶ εἰς ἀεὶ, ἵνα μὴ μικρὸν σπουδάσωμεν. Εἰ μὲν γὰρ πόνος πολὺς ἦν καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτω πάντα ποιεῖν· πλὴν ἀλλὰ κἂν πρόφασίν τινα ἐδόκουν ἔχειν πολλοὶ τῶν ῥᾳθύμων, ψυχρὰν μὲν, ἐδόκουν δ' οὖν ἔχειν, τὸ ὑπέρογκον τῶν ἐπιταγμάτων, καὶ ὅτι μέγας ὁ πόνος, καὶ ἄπειρος ὁ χρόνος, καὶ ἀφόρητον τὸ φορτίον· νῦν δὲ οὐδὲν τοιοῦτον ἔστι προβάλλεσθαι· ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα, τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν. Ἐν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανοῖς ὁ στέφανος· ὑπὸ ἀνθρώπων κολάζῃ, καὶ ὑπὸ Θεοῦ τιμᾶσαι· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀπείρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ αἱ τιμαί. Καὶ χωρὶς δὲ τούτων κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι κἂν μὴ διὰ τὸν Χριστὸν ἑλώμεθά τι παθεῖν τῶν ὀδυνηρῶν, ἀνάγκη αὐτὰ καὶ ἄλλως ὑπομεῖναι πάντως. Οὐδὲ γὰρ ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ· οὐδὲ ἂν διὰ τὸν Χριστὸν μὴ ῥίψῃς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι· ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ, ἃ καὶ ἀνάγκῃ σε δεῖ ποιῆσαι. Τοσοῦτον δὲ ἀπαιτεῖ προσεῖναι μόνον, τὸ δι' αὐτὸν γίνεσθαι· ὡς τό γε συμβῆναι ταῦτα καὶ παρελθεῖν, καὶ ἀπὸ τῆς κατὰ τὴν φύσιν ἀνάγκης γίνεται. Εἶδες πῶς εὔκολος ὁ ἀγών; Ἃ πάντως ἀνάγκη σε παθεῖν, ἑλοῦ παθεῖν δι' ἐμέ· τοῦτο προσκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ὃ ἑτέρῳ μέλλεις δανείζειν χρυσίον, τοῦτο δάνεισον ἐμοὶ, καὶ ἐπὶ πλείοσι, καὶ ἐπὶ ἀσφαλείᾳ μείζονι· ὃ ἑτέρῳ μέλλεις στρατεύειν σῶμα, τοῦτο στράτευσον ἐμοί· καὶ γὰρ ὑπερβαίνω σου τοὺς πόνους ταῖς ἀντιδόσεσιν ἐκ πολλῆς τῆς περιουσίας. Σὺ δὲ ἐν μὲν τοῖς ἄλλοις τὸν τὸ πλέον παρέχοντα προτιμᾷς, καὶ ἐν δανείσμασι, καὶ ἐν ἀγορασίᾳ, καὶ ἐν στρατείᾳ· τὸν δὲ Χριστὸν μόνον πλέον ἁπάντων παρέχοντα, καὶ ἀπείρως πλέον, τοῦτον οὐ καταδέχῃ. Καὶ τίς ὁ τοσοῦτος πόλεμος; τίς ἡ τοσαύτη ἀπέχθεια; Πόθεν λοιπὸν ἕξεις συγγνώμην καὶ ἀπολογίαν, οὐδὲ ἀφ' ὧν ἀνθρώπους προτιμᾷς ἀνθρώπων, ἀπὸ τούτων ἀνεχόμενος τὸν Θεὸν προτιμῆσαι τῶν ἀνθρώπων; Τί τῇ γῇ παραδίδως τὸν θησαυρόν; Δὸς τῇ ἐμῇ χειρὶ, φησίν. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς Δεσπότης; Ἐκείνη τὸ καταβληθὲν ἀποδίδωσι, πολλάκις δὲ οὐδὲ τοῦτο· αὐτὸς δὲ καὶ μισθούς σοι ἀποδίδωσι τῆς φυλακῆς. Καὶ γὰρ σφόδρα ἡμῶν ἐρᾷ. Διὰ τοῦτο κἂν δανεῖσαι θέλῃς, ἕστηκεν ἕτοιμος· κἂν σπεῖραι, αὐτὸς ὑποδέχεται· κἂν οἰκοδομῆσαι θέλῃς, ἕλκει σε πρὸς ἑαυτὸν, Ἐν τοῖς ἐμοῖς, λέγων, οἰκοδόμει. Τί τρέχεις πρὸς τοὺς πένητας, πρὸς ἀνθρώπους τοὺς πτωχεύοντας; Δράμε πρὸς τὸν Θεὸν, τὸν ὑπὲρ μικρῶν μεγάλα σοι παρέχοντα πράγματα. Ἀλλ' ὅμως οὐδὲ ταῦτα ἀκούοντες ἀνεχόμεθα, ἀλλ' ἔνθα μάχαι, καὶ πόλεμοι, καὶ παγκράτια, καὶ δίκαι καὶ συκοφαντίαι, ἐκεῖ σπεύδομεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
