Ancient Greek · ~16 min
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην· καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ. Καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-81
Not analysed yet
Μετὰ τούτων καὶ ἀπὸ τῶν οἰκετῶν τῶν σῶν λάμβανε τὴν ὑπὲρ τούτων νουθεσίαν. Καὶ ὅταν ἴδῃς σαυτὸν μὲν ὑβρίζοντα, ἐκεῖνον δὲ σιγῶντα, ἐννόησον ὅτι δυνατὸν φιλοσοφεῖν, καὶ κατάγνωθι σαυτοῦ τραχυνομένου, καὶ ἐν αὐτῷ τῷ καιρῷ τῶν ὕβρεων παιδεύθητι μὴ ὑβρίζειν, καὶ οὕτως οὐδὲ ὑβριζόμενος ἀλγήσεις. Ἐννόησον ὅτι ἐξέστηκεν ὁ ὑβρίζων καὶ μαίνεται, καὶ οὐκ ἀγανακτήσεις ὑβριζόμενος· ἐπεὶ καὶ οἱ δαιμονῶντες τύπτουσιν ἡμᾶς, καὶ οὐ μόνον οὐ κινούμεθα, ἀλλὰ καὶ ἐλεοῦμεν αὐτούς. Τοῦτο καὶ σὺ ποίησον· ἐλέησον τὸν ὑβρίζοντα· δεινῷ γὰρ κατέχεται θηρίῳ, τῷ θυμῷ· χαλεπῷ δαίμονι, τῇ ὀργῇ. Λῦσον αὐτὸν ἐνεργούμενον ὑπὸ δαίμονος χαλεποῦ, καὶ ἐν βραχεῖ διαφθειρόμενον. Τοιοῦτον γὰρ τοῦτο τὸ νόσημα, ὡς μηδὲ χρόνου δεῖσθαι εἰς ἀπώλειαν τοῦ ἁλόντος. Διὸ καί τις ἔλεγεν· Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· τούτῳ αὐτοῦ μάλιστα δεικνὺς τὸ τυραννικὸν, ὅτι ἐν βραχεῖ καιρῷ μεγάλα ἐργάζεται κακὰ, καὶ οὐ δεῖται πολλῆς τῆς διατριβῆς· ὡς εἴγε πρὸς τῇ ἰσχύϊ καὶ μόνιμον εἴη, καὶ δυσκαταγώνιστον ἔσται. Ἠβουλόμην δεῖξαι, τίς μὲν ὁ ὑβρίζων, τίς δὲ ὁ φιλοσοφῶν, καὶ γυμνὴν εἰς μέσον ἀγαγεῖν τὴν ἑκατέρου ψυχήν. Εἶδες γὰρ ἂν τὴν μὲν ἐοικυῖαν πελάγει κλυδωνιζομένῳ, τὴν δὲ λιμένι ταραχῆς ἀπηλλαγμένῳ. Οὔτε γὰρ ταράττεται ὑπὸ τῶν πονηρῶν τούτων πνευμάτων, καὶ αὐτὰ καταλύει ῥᾳδίως. Καὶ γὰρ οἱ ὑβρίζοντες πάντα ποιοῦσιν ὥστε δακεῖν· ὅταν οὖν ταύτης ἐκπέσωσι τῆς ἐλπίδος, καὶ αὐτοὶ λοιπὸν καταλύουσι, καὶ διορθωθέντες ἀπέρχονται. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀργιζόμενον μὴ σφόδρα καταγινώσκειν ἑαυτοῦ· ὥσπερ οὖν οὐκ ἔστι μὴ ὀργιζόμενον καταγινώσκειν ἑαυτοῦ. Κἂν γὰρ ἐπεξιέναι δέῃ, ἔξεστι χωρὶς ὀργῆς τοῦτο ποιῆσαι, καὶ εὐκολώτερον καὶ συνετώτερον, ἢ μετ' ὀργῆς, καὶ μηδὲν παθεῖν ἀηδές. Ἂν γὰρ ἐθέλωμεν, παρ' ἡμῶν αὐτῶν τὰ ἀγαθὰ ἔσται, καὶ αὐτάρκεις ἐσόμεθα μετὰ τῆς τοῦ Θεοῦ χάριτος πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν καὶ τιμήν. Τί γὰρ ζητεῖς τὴν παρ' ἑτέρου δόξαν; Σὺ σαυτὸν τίμησον, καὶ οὐδείς σε ὑβρίσαι δυνήσεται· ἂν δὲ σὺ σαυτὸν ἀτιμάσῃς, κἂν ἅπαντές σε τιμῶσιν, οὐ τιμηθήσῃ. Ὥσπερ γὰρ ἐὰν μὴ ἑαυτοὺς κακῶς διαθῶμεν, οὐδεὶς ἡμᾶς ἕτερος διαθήσει· οὕτως ἐὰν μὴ ἑαυτοὺς ὑβρίσωμεν, οὐδεὶς ἡμᾶς ἕτερος καταισχυνεῖ. Ἔστω γάρ τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πάντες αὐτὸν μοιχὸν καλείτωσαν, κλέπτην, τυμβωρύχον, ἀνδροφόνον, λῃστήν· ἐκεῖνος δὲ μήτε παροξυνέσθω, μήτε ἀγανακτείτω, μήτε συνειδέτω τι τούτων ἑαυτῷ· ποίαν ἐντεῦθεν ὕβριν ὑπομενεῖ; Οὐδεμίαν. Τί οὖν, ἂν πολλοὶ τοιαύτην περὶ αὐτοῦ δόξαν ἔχωσι; φησίν. Οὐδὲ οὕτως ὑβρίσθη, ἀλλ' ἐκεῖνοι ἑαυτοὺς κατῄσχυναν τὸν οὐ τοιοῦτον τοιοῦτον νομίζοντες. Εἰπὲ γάρ μοι, εἴ τις τὸν ἥλιον σκοτεινὸν εἶναι νομίζοι, ἆρα τὸ ἄστρον διέβαλεν, ἢ ἑαυτόν; Ἑαυτὸν δηλονότι, πηροῦ δόξαν ἢ μαινομένου ἑαυτῷ περιθείς. Οὕτω καὶ οἱ τοὺς πονηροὺς ἀγαθοὺς νομίζοντες, καὶ οἱ τοὐναντίον, ἑαυτοὺς καταισχύνουσι. Διὸ χρὴ πλείονα ποιεῖσθαι σπουδὴν, ὥστε τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρειν, καὶ μηδεμίαν καθ' ἡμῶν αὐτῶν παρέχειν λαβὴν, μηδὲ ὑποψίαν πονηράν· εἰ δὲ ἕτεροι βούλοιντο μαίνεσθαι, καὶ οὕτω διακειμένων ἡμῶν, μὴ σφόδρα φροντίζειν, μηδὲ ἀλγεῖν. Ὁ μὲν γὰρ πονηροῦ δόξαν λαβὼν, ἀγαθὸς ὢν, οὐδὲν ἐντεῦθεν βλάπτεται εἰς τὸ εἶναι τοιοῦτος, οἷός ἐστιν· ὁ δὲ ὑποπτεύσας εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην ἐδέξατο λύμην· ὥσπερ οὖν καὶ ὁ πονηρὸς, ἂν ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύηται, οὐδὲν ἐντεῦθεν κερδανεῖ, ἀλλὰ καὶ κρίμα ἕξει μεῖζον, καὶ εἰς πλείονα ἥξει ῥᾳθυμίαν. Ὁ μὲν γὰρ ὢν τοιοῦτος καὶ ὑποπτευόμενος, κἂν ταπεινωθείη καὶ ἐπιγνοίη τὰ ἁμαρτήματα αὐτοῦ· ὅταν δὲ λανθάνῃ, εἰς ἀναλγησίαν ἐκπίπτει. Εἰ γὰρ πάντων κατηγορούντων μόλις διανίστανται οἱ πλημμελοῦντες εἰς τὸ κατανύττεσθαι· ὅταν μὴ μόνον μὴ κατηγορῶσιν, ἀλλὰ καὶ ἐπαινῶσί τινες αὐτοὺς, πότε διαβλέψαι δυνήσονται οἱ τῇ κακίᾳ συζῶντες; Οὐκ ἀκούεις, ὅτι καὶ Παῦλος τοῦτο ἐγκαλεῖ, ὅτι τὸν πεπορνευκότα οὐ μόνον οὐκ ἠφίεσαν ἐπιγνῶναι τὸ οἰκεῖον ἁμάρτημα Κορίνθιοι, κροτοῦντες, τιμῶντες αὐτὸν, ἀλλὰ καὶ ἐπέτριβον εἰς κακίαν ἐντεῦθεν; Διὸ παρακαλῶ, τὰς τῶν πολλῶν ὑπονοίας ἀφέντες, καὶ τὰς ὕβρεις καὶ τὰς τιμὰς, ἓν σπουδάζωμεν μόνον, τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρὸν, μηδὲ ἑαυτοὺς καθυβρίζειν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι πολλῆς ἀπολαυσόμεθα δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.