# In Matthaeum (homiliae 1-90) 4.1-83

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν, καὶ εἴπωσι τῷ λαῷ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/4.1-83

Ἐννόησον γοῦν πόσας γαστέρας παρέρχῃ πεινώσας μετὰ τοῦ σχήματος τούτου, πόσα σώματα γεγυμνωμένα μετὰ τῆς φαντασίας ταύτης τῆς σατανικῆς. Πόσῳ βέλτιον διαθρέψαι ψυχὰς πεινώσας, ἢ λοβοὺς ὤτων διατιτρώσκειν, καὶ μυρίων πενήτων τροφὰς ἐξαρτᾷν εἰκῆ καὶ μάτην. Μὴ γὰρ τὸ πλουτεῖν ἐγκώμιον; μὴ γὰρ τὸ χρυσοφορεῖν ἔπαινος; Εἰ καὶ ἐκ δικαίων πόνων ταῦτα περικείμενά σοι ἦν, καὶ οὕτω μεγίστη κατηγορία τὸ γινόμενον· ὅταν δὲ καὶ ἐξ ἀδικίας, ἐννόησον τὴν ὑπερβολήν. Ἀλλ' ἐπαίνων ἐρᾷς καὶ δόξης; Οὐκοῦν ἀπόδυσαι τὴν καταγέλαστον ταύτην περιβολὴν, καὶ τότε σε θαυμάσονται πάντες, τότε καὶ δόξης καὶ καθαρᾶς ἀπολαύσῃ τῆς ἡδονῆς· ὡς νῦν γε σκωμμάτων γέμεις, ἀθυμίας πολλὰς ὑποθέσεις ἐκ τούτων σαυτῇ κατασκευάζουσα. Ἂν γὰρ ἐκπέσῃ τι τούτων, ἐννόησον ὅσα ἐντεῦθεν τίκτεται τὰ κακά· πόσαι μαστιγοῦνται θεραπαινίδες, πόσοι ἄνδρες ἐνοχλοῦνται, πόσοι ἀπάγονται, πόσοι δεσμωτήριον οἰκοῦσι. Καὶ δικαστήρια ἐντεῦθεν, καὶ εἰσαγωγαὶ, καὶ μυρίαι πάντοθεν ἀραὶ καὶ κατηγορίαι, τῇ γυναικὶ παρὰ τοῦ ἀνδρὸς, τῷ ἀνδρὶ παρὰ τῶν φίλων, τῇ ψυχῇ παρ' ἑαυτῆς. Ἀλλ' οὐκ ἀπολεῖται. Μάλιστα μὲν τοῦτο οὐ ῥᾴδιον· εἰ δὲ καὶ σωθείη διαπαντὸς, σωζόμενα πάλιν πολλὴν παρέχει μέριμναν καὶ φροντίδα καὶ ἀηδίαν, καὶ κέρδος οὐδέν. Ποία γὰρ ἐντεῦθεν πρόσοδος τῇ οἰκίᾳ; τί ὄφελος αὐτῇ τῇ περικειμένῃ; Ὄφελος μὲν οὐδὲν, ἀκοσμία δὲ πολλὴ, καὶ κατηγορία πάντοθεν. Πῶς δυνήσῃ τοῦ Χριστοῦ φιλῆσαι τοὺς πόδας καὶ κατασχεῖν, οὕτως ἐσκευασμένη; Τοῦτον ἀποστρέφεται τὸν κόσμον ἐκεῖνος. Διὰ τοῦτο ἐν τῇ τοῦ τέκτονος οἰκίᾳ κατεδέξατο τεχθῆναι, μᾶλλον δὲ οὐδὲ ἐν τῇ οἰκίᾳ ἐκείνῃ, ἀλλ' ἐν καλύβῃ καὶ φάτνῃ. Πῶς οὖν αὐτὸν δυνήσῃ ἰδεῖν, οὐκ ἔχουσα κάλλος αὐτῷ ποθεινὸν, οὐ περικειμένη κόσμον ἐπέραστον αὐτῷ, ἀλλὰ μισητόν; Τὸν γὰρ αὐτῷ προσιόντα οὐ τοιούτοις δεῖ καλλωπίζεσθαι ἱματίοις, ἀλλ' ἀρετῇ περιβεβλῆσθαι. Ἐννόησον τί ποτέ ἐστι τουτὶ τὸ χρυσίον; Οὐδὲν ἕτερον ἢ γῆ καὶ σποδός. Ἔμβαλε ὕδωρ, καὶ γέγονε πηλός. Ἐννόησον καὶ αἰσχύνθητι τὸν πηλὸν Δεσπότην ποιουμένη, καὶ πάντα ἀφεῖσα καὶ αὐτῷ παρακαθημένη, καὶ πανταχοῦ αὐτὸν βαστάζουσα καὶ περιφέρουσα, καὶ ὅταν εἰς ἐκκλησίαν εἰσίῃς, ὅτε μάλιστα φεύγειν αὐτὸν ἐχρῆν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡ ἐκκλησία ᾠκοδόμηται, ἵνα ἐν ταύτῃ τὸν πλοῦτον ἐπιδείξῃ τοῦτον, ἀλλ' ἵνα τὸν πλοῦτον τὸν πνευματικόν. Σὺ δὲ ὥσπερ εἰς πομπὴν εἰσιοῦσα, οὕτω πάντοθεν σαυτὴν καλλωπίζεις, τὰς ἐν τῇ σκηνῇ μιμουμένη, οὕτω μετὰ δαψιλείας τὸν καταγέλαστον τοῦτον βαστάζεις φορυτόν. Διά τοι τοῦτο πολλοῖς ἐπεισέρχῃ λύμη, καὶ τῆς ἐκκλησίας διαλυθείσης, ἐν ταῖς οἰκίαις, ἐπὶ τῶν τραπεζῶν, ταῦτα ἄν τις ἀκούσειε διηγουμένων τῶν πλειόνων. Ἀφέντες γὰρ λέγειν, Τὸ καὶ τὸ εἶπεν ὁ προφήτης καὶ ὁ Ἀπόστολος, τῶν ἱματίων τὴν πολυτέλειαν, τῶν λίθων τὸ μέγεθος, τὴν ἄλλην ἅπασαν ἀσχημοσύνην τῶν ταῦτα περικειμένων διηγοῦνται. Ταῦτα ὑμᾶς πρὸς ἔλεον ἀργὰς ποιεῖ, καὶ τοὺς συνοικοῦντας ὑμῖν. Οὐ γὰρ ἄν τις ὑμῶν ἕλοιτο ῥᾳδίως διακλάσαι τι τῶν χρυσίων τούτων, καὶ θρέψαι πεινῶντα. Ὅπου γὰρ καὶ αὐτὴ ἕλοιο ἂν ἐν στενοχωρίᾳ εἶναι, ἢ ταῦτα ἰδεῖν διακλώμενα, πῶς ἂν ἕτερον ἐκ τούτων διαθρέψειας; Ὥσπερ γὰρ πρὸς ἔμψυχά τινα διάκεινται αἱ πολλαὶ πρὸς ταῦτα καὶ οὐδὲν ἧττον ἢ πρὸς παιδία. Ἄπαγε, φησί. Δείξατέ μοι οὖν τοῦτο, δείξατε διὰ τῶν ἔργων, ὡς νῦν γε τἀναντία ὁρῶ. Τίς γάρ ποτε τῶν σφόδρα ἑαλωκότων ταῦτα καταχωνεύσας ἐξήρπασε θανάτου παιδίου ψυχήν; Καὶ τί λέγω παιδίου; Τίς τὴν ἑαυτοῦ ψυχὴν ἀπολλυμένην ἐντεῦθεν ἐπρίατο; Τοὐναντίον μὲν οὖν οἱ πολλοὶ καὶ καθ' ἑκάστην αὐτὴν διὰ ταῦτα πωλοῦσι τὴν ἡμέραν. Κἂν μὲν σωματικὴ ἀῤῥωστία γένηται, πάντα ποιοῦσιν· ἂν δὲ τὴν ψυχὴν ἴδωσι διεφθαρμένην, οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν ἐγγόνων καὶ τῆς ἑαυτῶν ψυχῆς ἀμελοῦσιν, ἵνα ταῦτα μένῃ τῷ χρόνῳ ἰούμενα. Καὶ σὺ μὲν μυρίων ταλάντων χρυσία περίκεισαι· τὸ δὲ τοῦ Χριστοῦ μέλος οὐδὲ ἀναγκαίας ἔχει τροφῆς ἀπόλαυσιν. Ἀλλ' ὁ μὲν κοινὸς ἁπάντων Δεσπότης, καὶ τοῦ οὐρανοῦ, καὶ τῶν ἐν τοῖς οὐρανοῖς, καὶ τραπέζης τῆς πνευματικῆς ἅπασιν ὁμοίως μετέδωκε· σὺ δὲ οὐδὲ τῶν ἀπολλυμένων αὐτῷ μεταδίδως, ἵνα μείνῃς συνεχῶς δεδεμένη ταῖς χαλεπαῖς ταύταις ἁλύσεσιν. Ἐντεῦθεν τὰ μυρία κακὰ, ἐντεῦθεν αἱ πορνεῖαι τῶν ἀνδρῶν, ὅταν αὐτοὺς μὴ φιλοσοφεῖν παρασκευάζητε, ἀλλὰ τούτοις παιδεύητε χαίρειν, οἷς αἱ πορνευόμεναι καλλωπίζονται γυναῖκες. Διὰ τοῦτο καὶ ταχέως ἁλίσκονται. Εἰ γὰρ αὐτὸν ἐπαίδευσας τούτων μὲν ὑπερορᾷν, σωφροσύνῃ δὲ χαίρειν, εὐλαβείᾳ, ταπεινοφροσύνῃ, οὐκ ἂν ῥᾳδίως ἑάλω τοῖς τῆς πορνείας πτεροῖς. Κοσμήσασθαι μὲν γὰρ οὕτω δύναται πόρνη, καὶ τούτου πλέον· ἐκείνοις δὲ οὐκέτι. Ἔθισον οὖν αὐτὸν τούτῳ χαίρειν τῷ κόσμῳ, ὃν οὐκ ἔχει παρὰ τῇ πόρνῃ κείμενον ἰδεῖν. Πῶς δὲ αὐτὸν εἰς τὴν συνήθειαν ταύτην ἐμβαλεῖς; Ἂν τοῦτον ἀφέλῃς, καὶ ἐκεῖνον περιθῇς. Οὕτω καὶ ὁ ἀνὴρ ἐν ἀσφαλείᾳ, καὶ σὺ ἐν τιμῇ, καὶ ὁ Θεὸς ὑμῖν ἵλεως, καὶ ἄνθρωποι πάντες θαυμάσονται, καὶ τῶν μελλόντων ἐπιτεύξεσθε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
