# In Matthaeum (homiliae 1-90) 5-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέγων· «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανιζόμενος·». Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/5-2

Μὴ τοίνυν θαῤῥῶμεν οἱ ἑστῶτες, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μηδὲ ἀπογινώσκωμεν οἱ κείμενοι, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ πολλοὶ εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθόντες, καὶ πᾶσαν τὴν καρτερίαν ἐπιδειξάμενοι, καὶ τὰς ἐρήμους κατειληφότες, καὶ οὐδὲ γυναῖκα ὄναρ ἰδόντες, ῥᾳθυμήσαντες μικρὸν ὑπεσκελίσθησαν, καὶ πρὸς αὐτὸ ἦλθον τῆς κακίας τὸ βάραθρον. Ἕτεροι δὲ πάλιν ἐκεῖθεν πρὸς τὸν οὐρανὸν ἀνέβησαν, καὶ ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας πρὸς τὴν ἀγγελικὴν μετετάξαντο πολιτείαν· καὶ τοσαύτην ἐπεδείξαντο τὴν ἀρετὴν, ὡς δαίμονας ἀπελάσαι, καὶ πολλὰ ἄλλα σημεῖα τοιαῦτα ἐργάσασθαι. Καὶ τούτων μὲν πλήρεις εἰσὶν αἱ Γραφαὶ, πλήρης δὲ ὁ βίος τῶν παραδειγμάτων ἡμῖν. Καὶ πόρνοι καὶ μαλακοὶ τὰ Μανιχαίων ἐμφράττουσι στόματα, οἳ τὴν κακίαν ἀκίνητον εἶναί φασι, τῷ διαβόλῳ τελούμενοι, καὶ τὰς τῶν σπουδάζειν βουλομένων χεῖρας ἐκλύοντες, καὶ τὴν ζωὴν ἅπασαν ἀνατρέποντες. Οἱ γὰρ ταῦτα πείθοντες, οὐ πρὸς τὰ μέλλοντα παραβλάπτουσι μόνον, ἀλλὰ καὶ ἐνταῦθα πάντα ἄνω καὶ κάτω ποιοῦσι, τό γε αὐτῶν μέρος. Πότε γὰρ ἐπιμελήσεταί τις ἀρετῆς τῶν ἐν κακίᾳ ζώντων, ὅταν ἀδύνατον τὴν πρὸς ἐκείνην ἐπάνοδον εἶναι νομίζῃ, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν; Εἰ γὰρ νῦν, καὶ νόμων ὄντων, καὶ κολάσεων ἠπειλημένων, καὶ δόξης τοὺς πολλοὺς ἐκκαλουμένης, καὶ γεέννης προσδοκωμένης, καὶ βασιλείας ἐπηγγελμένης, καὶ τῶν κακῶν ὀνειδιζομένων, καὶ τῶν καλῶν ἐγκωμιαζομένων, μόλις αἱροῦνταί τινες τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας· ἂν ταῦτα πάντα ἀνέλῃς, τί τὸ κωλύον πάντα ἀπολέσθαι καὶ διαφθαρῆναι;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
