# In Matthaeum (homiliae 1-90) 5-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν· καὶ ἰδοὺ ἄνθρωπος τὴν χεῖρα ἔχων ξηράν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/5-4

Ταῦτα οὖν φθόνων ἄξια, εἰπέ μοι; ἀλλ' οὐχὶ θρήνων καὶ δακρύων; Παντί που δῆλον. Σὺ δὲ ταὐτὸν ποιεῖς φθονῶν τῷ οὕτως εὐδοκιμοῦντι, ὥσπερ ἂν εἴ τις δεδεμένον ἰδὼν καὶ μεμαστιγωμένον καὶ ὑπὸ μυρίων ἑλκόμενον θηρίων, ἐβάσκαινεν αὐτῷ τῶν τραυμάτων καὶ μαστίγων. Καὶ γὰρ ὅσους ἂν ἀνθρώπους ὁ δῆμος ἔχῃ, τοσούτους καὶ οὗτος δεσμοὺς, τοσούτους δεσπότας· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ διάφορον τούτων ἕκαστος γνώμην ἔχει, καὶ τὰ ἐπιόντα περὶ τοῦ δουλεύοντος αὐτοῖς ψηφίζονται πάντες, οὐδὲν βασανίζοντες, ἀλλ' ἅπερ ἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι, ταῦτα καὶ αὐτοὶ κυροῦντες. Ποίων οὖν ταῦτα κυμάτων, ποίου κλύδωνος οὐ χαλεπώτερα; Καὶ γὰρ καὶ φυσᾶται ἀθρόον ὑπὸ τῆς ἡδονῆς ὁ τοιοῦτος, καὶ βαπτίζεται πάλιν εὐκόλως, ἐν ἀνωμαλίᾳ μὲν ἀεὶ, ἐν ἡσυχίᾳ δὲ οὐδέποτε ὤν. Πρὸ μὲν γὰρ τοῦ θεάτρου καὶ τῶν ἐν τῷ λέγειν ἀγώνων, ἐν ἀγωνίᾳ καὶ τρόμῳ κατέχεται· μετὰ δὲ τὸ θέατρον, ἢ ἀποτέθνηκεν ἀπὸ τῆς ἀθυμίας, ἢ χαίρει πάλιν ἀμέτρως· ὅπερ λύπης ἐστὶ χαλεπώτερον. Ὅτι γὰρ ἡδονὴ λύπης οὐκ ἔλαττόν ἐστι κακὸν, δῆλον ἀφ' ὧν τὴν ψυχὴν διατίθησι· καὶ γὰρ καὶ κούφην ποιεῖ καὶ μετέωρον καὶ ἀνεπτερωμένην. Καὶ τοῦτο καὶ ἀπὸ τῶν προτέρων ἀνδρῶν ἔστιν ἰδεῖν. Πότε γοῦν καλὸς ἦν ὁ Δαυΐδ; ὅτε ἔχαιρεν, ἢ ὅτε ἐν στενοχωρίᾳ ἦν; Πότε τῶν Ἰουδαίων ὁ δῆμος; ὅτε ἔστενον καὶ τὸν Θεὸν ἐκάλουν, ἢ ὅτε ἔχαιρον ἐπὶ τῆς ἐρήμου, καὶ τὸν μόσχον προσεκύνουν; Διὸ καὶ ὁ Σολομὼν, ὁ μάλιστα πάντων εἰδὼς τί ποτέ ἐστιν ἡδονὴ, φησίν· Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ εἰς οἶκον γέλωτος. Διὸ καὶ ὁ Χριστὸς τοὺς μὲν μακαρίζει λέγων, Μακάριοι οἱ πενθοῦντες· τοὺς δὲ ταλανίζειν Οὐαὶ γὰρ ὑμῖν, οἱ γελῶντες, ὅτι κλαύσετε. Καὶ μάλα εἰκότως. Ἐν μὲν γὰρ τρυφῇ χαυνοτέρα ἐστὶν ἡ ψυχὴ καὶ μαλακωτέρα· ἐν δὲ πένθει συνέσταλται καὶ σωφρονεῖ, καὶ τοῦ τῶν παθῶν ἐσμοῦ παντὸς ἀπήλλακται, καὶ ὑψηλοτέρα γίνεται καὶ ἰσχυροτέρα. Ταῦτ' οὖν ἅπαντα εἰδότες, φεύγωμεν τὴν παρὰ τῶν πολλῶν δόξαν καὶ τὴν ἐξ αὐτῆς ἡδονὴν, ἵνα τῆς ὄντως δόξης καὶ μενούσης ἀεὶ τύχωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
