Ancient Greek · ~10 min
Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5-6
Not analysed yet
Ταῦτα ὅρα, καὶ μηδέποτε ἀπογνῷς, ἀλλ' ἀεὶ θάῤῥει καὶ διανάστησον σαυτόν. Ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως. Μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος. Εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ καὶ τῇ ἀρετῇ, ἐν τῷ κόσμῳ πάντως καμῇ καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διατί μὴ τοῦτον αἱρούμεθα τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Καίτοιγε οὐδὲ ὁ αὐτὸς κάματος οὗτος κἀκεῖνος. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς καὶ κίνδυνοι συνεχεῖς, καὶ ζημίαι ἐπάλληλοι, καὶ ἡ ἐλπὶς ἄδηλος, καὶ δουλοπρέπεια πολλὴ, καὶ χρημάτων καὶ σωμάτων καὶ ψυχῆς δαπάνη· καὶ τότε ἡ τῶν καρπῶν ἀντίδοσις πολὺ τῆς ἐλπίδος καταδεεστέρα, ἂν ἄρα βλαστήσῃ. Οὐδὲ γὰρ πανταχοῦ φέρει καρπὸν ὁ τῶν βιωτικῶν πραγμάτων ἱδρώς· πλὴν ἀλλὰ καὶ ὅταν μὴ διαπέσῃ, ἀλλὰ καὶ πολλὴν ἐνέγκῃ τὴν φορὰν, ἐν βραχεῖ παραμένει τῷ χρόνῳ. Ὅταν γὰρ γηράσῃς, καὶ μηκέτι λοιπὸν ἀκριβῆ τῆς ἀπολαύσεως τὴν αἴσθησιν ἔχῃς, τότε σοι φέρει τὰς ἀμοιβὰς ὁ πόνος. Καὶ ὁ μὲν πόνος ἐν ἀκμάζοντι σώματι, ὁ δὲ καρπὸς καὶ ἡ τρυφὴ ἐν γεγηρακότι καὶ παρειμένῳ, ὅταν καὶ τὴν αἴσθησιν ὁ χρόνος καταμαράνῃ· καίτοι εἰ μὴ κατεμάρανεν, ἡ τῆς τελευτῆς ἐλπὶς οὐκ ἠφίει τρυφᾷν. Ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν πόνος, ἐν φθορᾷ καὶ τελευτῶντι σώματι· ὁ δὲ στέφανος, ἐν ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ τέλος οὐκ ἔχοντι. Καὶ ὁ μὲν πόνος καὶ πρῶτος καὶ βραχύς· ἡ δὲ ἀντίδοσις καὶ ὑστέρα καὶ ἄπειρος, ἵνα μετὰ ἀδείας ἀναπαύῃ λοιπὸν, μηδὲν προσδοκῶν ἀηδές. Οὐ γὰρ ἔστι μεταβολὴν δεῖσαι λοιπὸν, οὐδὲ ἔκπτωσιν, καθάπερ ἐνταῦθα. Ποῖα οὖν ταῦτα ἀγαθὰ, τὰ μήτε ἀσφαλῆ, καὶ βραχέα καὶ πήλινα, καὶ πρὶν ἢ φανῆναι ἀφανιζόμενα, καὶ μετὰ πολλῶν κτώμενα πόνων; Ποῖα δὲ ἐκείνων ἀγαθὰ ἴσα, τῶν ἀκινήτων, τῶν ἀγηράτων, τῶν μηδένα μόχθον ἐχόντων, τῶν καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους σοι κομιζόντων; Ὁ γὰρ χρημάτων καταφρονῶν, καὶ ἐντεῦθεν ἤδη λαμβάνει τὸν μισθὸν, φροντίδος ἀπαλλαττόμενος, βασκανίας, συκοφαντίας, ἐπιβουλῆς, φθόνου. Ὁ σώφρων, καὶ κοσμίως ζῶν, καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας στεφανοῦται καὶ τρυφᾷ, ἀσχημοσύνης, γέλωτος, κινδύνων κατηγορίας, τῶν ἄλλων ἁπάντων ἀπαλλαττόμενος δεινῶν. Τὰ ἄλλα πάντα ὁμοίως τῆς ἀρετῆς μέρη ἐντεῦθεν ἤδη ἡμῖν δίδωσι τὴν ἀμοιβήν. Ἵν' οὖν καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, φύγωμεν κακίαν καὶ ἑλώμεθα ἀρετήν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφήσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.