# In Matthaeum (homiliae 1-90) 5.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/5.1-20

Εἶδες λογισμὸν ἀπόῤῥητον, ἱκανὸν καὶ τὸν σφόδρα ἀπεγνωκότα πρὸς χρηστὰς διαναστῆσαι ἐλπίδας; Ἐνταῦθα μὲν οὖν ἀπὸ τῶν πατέρων τὴν ἀγαθότητα δείκνυσιν· ἐν δὲ τοῖς ἔμπροσθεν ἀπὸ τῶν μειζόνων ὧν ἔδωκεν, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τοῦ σώματος· καὶ οὐδαμοῦ τὸ κεφάλαιον τῶν ἀγαθῶν τίθησιν, οὐδὲ εἰς μέσον παράγει τὴν ἑαυτοῦ παρουσίαν· ὁ γὰρ οὕτω τὸν Υἱὸν πρὸς σφαγὴν ἐκδοῦναι σπεύσας, πῶς οὐ πάντα ἡμῖν χαριεῖται; Οὐδέπω γὰρ ἦν ἐκβεβηκός. Ἀλλ' ὁ μὲν Παῦλος τοῦτο τίθησιν, οὕτω λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Αὐτὸς δὲ ἀπὸ τῶν ἀνθρωπίνων αὐτοῖς ἔτι διαλέγεται. Εἶτα δεικνὺς ὅτι οὔτε εὐχῇ δεῖ θαῤῥεῖν, ἀμελοῦντας τῶν καθ' ἑαυτοὺς, οὔτε σπουδάζοντας τῇ οἰκείᾳ μόνον πιστεύειν σπουδῇ, ἀλλὰ καὶ τὴν ἄνωθεν ἐπιζητεῖν βοήθειαν, καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν, συνεχῶς τοῦτο κἀκεῖνο τίθησι. Καὶ γὰρ παραινέσας πολλὰ, καὶ εὔχεσθαι ἐδίδαξε, καὶ διδάξας εὔχεσθαι, πάλιν ἐπὶ τὴν παραίνεσιν τῶν πρακτέων ἦλθεν· εἶτα ἀπ' ἐκείνου πάλιν ἐπὶ τὸ δεῖν εὔχεσθαι συνεχῶς, εἰπών· Αἰτεῖτε, καὶ ζητεῖτε, καὶ κρούετε· καὶ ἐντεῦθεν πάλιν ἐπὶ τὸ δεῖν καὶ αὐτοὺς σπουδαίους εἶναι· Πάντα γὰρ, φησὶν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· ἐν βραχεῖ πάντα ἀνακεφαλαιούμενος, καὶ δεικνὺς ὅτι σύντομος ἡ ἀρετὴ, καὶ ῥᾳδία, καὶ πᾶσι γνώριμος. Καὶ οὐδὲ ἁπλῶς εἶπε, Πάντα ὅσα ἂν θέλητε· ἀλλὰ, Πάντα οὖν ὅσα ἂν θέλητε. Τὸ γὰρ οὖν τοῦτο, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλ' αἰνιττόμενος· Εἰ βούλεσθε, φησὶν, ἀκούεσθαι, μετ' ἐκείνων ὧν εἶπον καὶ ταῦτα ποιεῖτε. Ποῖα δὴ ταῦτα; Ὅσα ἂν βούλησθε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι. Εἶδες πῶς ἔδειξε καὶ ἐντεῦθεν, ὅτι μετὰ τῆς εὐχῆς καὶ πολιτείας ἡμῖν ἀκριβοῦς δεῖ; Καὶ οὐκ εἶπεν, Ὅσα θέλεις γενέσθαι σοι παρὰ τοῦ Θεοῦ, ταῦτα ποίει εἰς τὸν πλησίον· ἵνα μὴ λέγῃς, Καὶ πῶς δυνατόν; ἐκεῖνος Θεὸς, ἐγὼ δὲ ἄνθρωπος· ἀλλ', Ὅσα ἂν θέλῃς γενέσθαι σοι παρὰ τοῦ ὁμοδούλου, ταῦτα καὶ αὐτὸς περὶ τὸν πλησίον ἐπιδείκνυσο. Τί τούτου κουφότερον; τί δικαιότερον; Εἶτα καὶ τὸ ἐγκώμιον πρὸ τῶν ἐπάθλων μέγιστον. Οὗτος γάρ ἐστιν ὁ νόμος, καὶ οἱ προφῆται. Ὅθεν δῆλον, ὅτι κατὰ φύσιν ἡμῖν ἡ ἀρετὴ, καὶ οἴκοθεν τὰ δέοντα ἅπαντες ἴσμεν, καὶ οὐχ οἷόν τε εἰς ἄγνοιαν οὐδέποτε καταφυγεῖν. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς. Καὶ στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ μὴν μετὰ ταῦτα ἔλεγεν· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι· καὶ ἐν τοῖς ἔναγχος δὲ εἰρημένοις τὸ αὐτὸ ᾐνίξατο· πῶς οὖν ἐνταῦθα στενὴν αὐτὴν εἶναί φησι, καὶ τεθλιμμένην; Μάλιστα μὲν ἐὰν προσέχῃς, καὶ ἐνταῦθα δείκνυσι πολὺ κούφην οὖσαν, καὶ ῥᾳδίαν, καὶ εὔκολον. Καὶ πῶς, φησὶν, ἡ στενὴ καὶ τεθλιμμένη, ῥᾳδία; Ὅτι ὁδός ἐστι καὶ πύλη· ὥσπερ οὖν καὶ ἡ ἑτέρα, κἂν πλατεῖα, κἂν εὐρύχωρος, καὶ αὐτὴ ὁδὸς καὶ πύλη. Τούτων δὲ οὐδὲν μόνιμον, ἀλλὰ πάντα παροδεύεται, καὶ τὰ λυπηρὰ καὶ τὰ χρηστὰ τοῦ βίου. Καὶ οὐ ταύτῃ μόνον ῥᾴδια τὰ τῆς ἀρετῆς, ἀλλὰ καὶ τῷ τέλει πάλιν εὐκολώτερα γίνεται. Οὐ γὰρ τὸ παροδεύεσθαι τοὺς πόνους καὶ τοὺς ἱδρῶτας, ἀλλὰ καὶ τὸ εἰς χρηστὸν τέλος ἀπαντᾷν (εἰς ζωὴν γὰρ τελευτᾷ) ἱκανὸν παραμυθήσασθαι τοὺς ἀγωνιζομένους. Ὥστε καὶ τὸ πρόσκαιρον τῶν πόνων, καὶ τὸ διηνεκὲς τῶν στεφάνων, καὶ τὸ ταῦτα μὲν εἶναι πρῶτα, ἐκεῖνα δὲ μετὰ ταῦτα, μεγίστη τῶν πόνων γένοιτ' ἂν παραμυθία. Διὸ καὶ ὁ Παῦλος ἐλαφρὰν τὴν θλῖψιν ἐκάλεσεν, οὐ διὰ τὴν φύσιν τῶν γινομένων, ἀλλὰ διὰ τὴν προαίρεσιν τῶν ἀγωνιζομένων, καὶ τὴν τῶν μελλόντων ἐλπίδα. Τὸ γὰρ ἐλαφρὸν τῆς θλίψεως, φησὶν, αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Εἰ γὰρ τὰ κύματα καὶ τὰ πελάγη τοῖς ναύταις, καὶ αἱ σφαγαὶ καὶ τὰ τραύματα τοῖς στρατιώταις, καὶ οἱ χειμῶνες καὶ οἱ κρυμοὶ τοῖς γεωργοῖς, καὶ τοῖς πυκτεύουσιν αἱ δριμεῖαι πληγαὶ, κοῦφα καὶ φορητὰ πάντα διὰ τὴν ἐλπίδα τῶν ἐπάθλων τῶν ἐπικήρων καὶ ἀπολλυμένων· πολλῷ μᾶλλον ὅταν ὁ οὐρανὸς προκείμενος ᾖ, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ, καὶ τὰ ἀθάνατα ἔπαθλα, οὐδενός τις αἰσθήσεται τῶν παρόντων δεινῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
