# In Matthaeum (homiliae 1-90) 5.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἐμβάντι δὲ αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἰδοὺ χειμὼν μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/5.1-21

Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, τῷ λόγῳ τέως αὐτὸ ὑποθώμεθα, καὶ πάσας αὐτοῦ περιέλωμεν τὰς ἁλύσεις· καὶ τότε αὐτοῦ σαφῶς εἰσόμεθα τὴν λαμπρὰν μανίαν. Ἀλλὰ μὴ δείσητε τὸ θηρίον, ὅταν αὐτὸ ἐκκαλύψωμεν· ἐν γὰρ τῷ λόγῳ ἡ σκηνὴ, οὐκ ἐν ἀληθείᾳ τὸ πρᾶγμα. Ἔστω τοίνυν τις ἄνθρωπος πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς, μέλας, ἐξ ἑκατέρων τῶν ὤμων δράκοντας ἀντὶ χειρῶν ἔχων ἐξηρτημένους· ἔστω δὲ αὐτῷ καὶ στόμα, ἀντὶ μὲν ὀδόντων ξίφη ὀξέα ἔχον ἐμπεπηγότα, ἀντὶ δὲ γλώσσης ἰοῦ καὶ δηλητηρίου φαρμάκου πηγὴν ἀναβλύζουσαν· γαστὴρ δὲ, καμίνου πάσης δαπανητικωτέρα, τὰ ἐμβαλλόμενα ἀναλίσκουσα ἅπαντα· καὶ πόδες ὑπόπτεροί τινες καὶ φλογὸς ἁπάσης σφοδρότεροι· καὶ τὸ πρόσωπον δὲ αὐτῷ ἀπὸ κυνὸς καὶ λύκου κατεσκευασμένον ἔστω· καὶ φθεγγέσθω μηδὲν ἀνθρώπινον, ἀλλ' ἀπηχές τι καὶ ἀηδὲς καὶ φοβερόν· ἐχέτω δὲ καὶ ἐν χερσὶ φλόγα. Τάχα φοβερὰ δοκεῖ εἶναι ὑμῖν τὰ εἰρημένα· ἀλλ' οὐδέπω κατ' ἀξίαν αὐτὸν ἐσχηματίσαμεν· μετὰ γὰρ τούτων καὶ ἕτερα δεῖ προσθεῖναι. Καὶ γὰρ τοὺς ἀπαντῶντας σφαττέτω, κατεσθιέτω, τῶν σαρκῶν αὐτῶν ἁπτέσθω. Ἀλλὰ καὶ τούτου πολλῷ χαλεπώτερος ὁ φιλάργυρος, πᾶσιν ἐπιὼν ὥσπερ ᾅδης, πάντας καταπίνων, κοινὸς πολέμιος περιερχόμενος τοῦ τῶν ἀνθρώπων γένους. Καὶ γὰρ βούλεται μηδένα ἄνθρωπον εἶναι, ἵνα τὰ πάντα κατέχῃ. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ὅταν πάντας ἀπολέσῃ τῇ ἐπιθυμίᾳ, καὶ τῆς γῆς τὴν οὐσίαν ἀφανίσαι ἐπιθυμεῖ, καὶ χρυσὸν αὐτὴν οὖσαν ἰδεῖν· οὐ τὴν γῆν δὲ μόνον, ἀλλὰ καὶ ὄρη καὶ νάπας καὶ πηγὰς, καὶ πάντα ἁπλῶς τὰ φαινόμενα. Καὶ ἵνα μάθητε ὅτι οὐδέπω τὴν μανίαν παρεστήσαμεν τὴν ἐκείνου, μηδεὶς ἔστω ὁ ἐγκαλῶν καὶ δεδιττόμενος, ἀλλ' ἄνελε τὸν ἐκ τῶν νόμων φόβον τῷ λόγῳ τέως, καὶ ὄψει αὐτὸν ξίφος ἁρπάσαντα, καὶ πάντας διαχρώμενον, καὶ οὐδενὸς φειδόμενον, οὐ φίλου, οὐ συγγενοῦς, οὐκ ἀδελφοῦ, οὐκ αὐτοῦ τοῦ γεγεννηκότος. Μᾶλλον δὲ οὐδὲ ὑποθέσεως ἐνταῦθα χρεία· ἀλλ' ἐρώμεθα αὐτὸν, εἰ μὴ τοιαύτας πλάττει καθ' ἑαυτὸν ἀεὶ φαντασίας, καὶ πάντας ἔπεισιν ἀναιρῶν τῷ λογισμῷ, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτοὺς τοὺς γεγεννηκότας. Μᾶλλον δὲ οὐδὲ ἐρωτήσεως χρεία· καὶ γὰρ πάντες ἴσασιν ὡς οἱ τούτῳ κατεχόμενοι τῷ νοσήματι, καὶ γῆρας βαρύνονται πατρὸς, τό τε γλυκὺ καὶ πᾶσιν ἐπέραστον, τὸ παῖδας ἔχειν, βαρὺ καὶ ἐπαχθὲς εἶναι νομίζουσι. Πολλοὶ γοῦν καὶ ἀτοκίαν διὰ τοῦτο ὠνήσαντο, καὶ τὴν φύσιν ἐπήρωσαν, οὐκ ἀνελόντες τεχθέντας τοὺς παῖδας, ἀλλὰ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρήσαντες. Μὴ τοίνυν θαυμάσητε, εἰ τὸν φιλάργυρον οὕτως ἐσχηματίσαμεν (καὶ γὰρ πολὺ χείρων ἐστὶ τῶν εἰρημένων). ἀλλὰ σκοπήσωμεν πῶς τοῦ δαίμονος αὐτὸν ἀπαλλάξομεν. Πῶς οὖν ἀπαλλάξομεν; Εἰ μάθοι σαφῶς, ὅτι ἡ φιλαργυρία πρὸς αὐτὸ τοῦτο μάλιστα αὐτῷ ἐναντιοῦται, πρὸς τὸ πορίζειν χρήματα· οἱ γὰρ τὰ μικρὰ κερδαίνειν βουλόμενοι, μεγάλας ὑπομένουσι ζημίας· ὅθεν δὴ καὶ παροιμία εἰς αὐτὸ τοῦτο ἐξενήνεκται. Πολλοὶ γοῦν πολλάκις ἐπὶ μεγάλοις δανεῖσαι βουλόμενοι τόκοις, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐκ ἐξετάσαντες τοὺς λαμβάνοντας, μετὰ τοῦ τόκου καὶ τοῦ κεφαλαίου παντὸς ἐξέπεσον. Πάλιν εἰς κινδύνους περιπεσόντες ἕτεροι, καὶ μὴ βουληθέντες ὀλίγα προέσθαι, καὶ τὴν ψυχὴν μετὰ τῆς οὐσίας ἀπώλεσαν. Παρὸν πάλιν, ἢ ἀξιώματα κερδαλέα, ἢ ἄλλο τι τοιοῦτον ὠνήσασθαι, μικρολογησάμενοι τὸ πᾶν ἀπώλεσαν. Ἐπειδὴ γὰρ οὐκ ἴσασι σπείρειν, ἀλλ' ἀεὶ θερίζειν μεμελετήκασι, καὶ τοῦ ἀμητοῦ συνεχῶς ἐκπίπτουσιν. Οὐδεὶς γὰρ ἀεὶ θερίζειν δύναται, ὥσπερ οὐδὲ ἀεὶ κερδαίνειν. Ἐπεὶ οὖν οὐ βούλονται δαπανᾷν, οὐδὲ κερδαίνειν ἴσασιν. Ἀλλὰ κἂν γυναῖκα δέῃ λαβεῖν, πάλιν τὸ αὐτὸ τοῦτο ὑπομένουσιν· ἢ γὰρ ἐξηπατήθησαν ἄπορον ἀντ' εὐπόρου λαβόντες· ἢ καὶ πλουσίαν εἰσαγαγόντες καὶ μυρίων γέμουσαν ἐλαττωμάτων, πλείονα πάλιν τὴν ζημίαν ὑπέμειναν. Οὐ γὰρ ἡ περιουσία, ἀλλ' ἡ ἀρετὴ τὸν πλοῦτον ἐργάζεται. Τί γὰρ ὄφελος τοῦ πλούτου, ὅταν δαπανηρὰ ᾖ καὶ ἄσωτος, καὶ πάντα ἀνέμου σφοδρότερον ἐκφορῇ; τί δὲ, ἂν ἀσελγὴς, καὶ μυρίους ἐραστὰς ἐφέλκηται; τί δὲ, ἂν μέθυσος; οὐ πάντων πενέστερον ταχέως τὸν ἄνδρα ἐργάσεται; Οὐ γαμοῦσι δὲ μόνον, ἀλλὰ καὶ ὠνοῦνται ἐπισφαλῶς, ὑπὸ τῆς ἐπιθυμίας τῆς πολλῆς οὐ τὰ σπουδαῖα τῶν ἀνδραπόδων, ἀλλὰ τὰ εὔωνα περιεργαζόμενοι. Ταῦτ' οὖν ἅπαντα ἀναλογισάμενοι (τῶν γὰρ περὶ τῆς γεέννης καὶ τῆς βασιλείας οὐδέπω λόγων ἀκούειν δύνασθε), καὶ τὰς ζημίας ἐννοήσαντες, ἃς ὑπεμείνατε πολλάκις ἀπὸ τῆς φιλοχρηματίας, καὶ ἐν δανείσμασι, καὶ ἐν ὠνίοις, καὶ ἐν γάμοις, καὶ ἐν προστασίαις, καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἀπόστητε τοῦ χρημάτων ἐρᾷν. Οὕτω γὰρ δυνήσεσθε καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας ζῇν, καὶ μικρὸν ἐπιδόντες καὶ τῶν περὶ φιλοσοφίας ἀκοῦσαι λόγων, καὶ διαβλέψαντες εἰς αὐτὸν τῆς δικαιοσύνης ἰδεῖν τὸν ἥλιον, καὶ τῶν ἐπηγγελμένων παρ' αὐτοῦ ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
