Ancient Greek · ~14 min
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτὸν λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτὴν, καὶ ζήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-23
Not analysed yet
Ἀλλὰ καὶ οὕτως ἀφόρητον ἔτι σοι φαίνεται τὸ συμβάν; Οὐκοῦν δι' αὐτὸ τοῦτο οὐκ ἄξιον ἐκεῖνον θρηνεῖν· πολλῶν γὰρ τοιούτων ἀπηλλάγη συμφορῶν ἐκεῖνος. Μὴ τοίνυν αὐτῷ φθόνει, μηδὲ βάσκαινε. Τὸ γὰρ ἑαυτῷ μὲν θάνατον αἰτεῖν διὰ τὴν ἄωρον ἐκείνου τελευτὴν, πενθεῖν δὲ ἐκεῖνον, ὅτι μὴ ἔζη, ἵνα πολλὰ ὑπομείνῃ τοιαῦτα, φθονοῦντος μᾶλλόν ἐστι καὶ βασκαίνοντος. Μὴ δὴ τοῦτο ἐννόει, ὅτι οὐκέτι ἀναστρέψει εἰς τὴν οἰκίαν, ἀλλ' ὅτι καὶ αὐτὸς ἀπελεύσῃ μικρὸν ὕστερον πρὸς αὐτόν. Μὴ τοῦτο λογίζου, ὅτι οὐκέτι ἐπανέρχεται ἐνταῦθα, ἀλλ' ὅτι οὐδὲ αὐτὰ ταῦτα τὰ ὁρώμενα μένει τοιαῦτα, ἀλλὰ καὶ ταῦτα μετασχηματίζεται. Καὶ γὰρ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ πάντα μεθαρμόζεται, καὶ τότε ἀπολήψῃ σου τὸ παιδίον μετὰ πλείονος δόξης. Καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἔστη τὰ τῆς κακίας· οὐδὲ γὰρ ἂν, εἰ μεταβαλλόμενον ὁ Θεὸς ᾔδει, προανήρπασεν ἂν τῆς μετανοίας· εἰ δὲ δίκαιος ὢν κατέλυσεν, ἐν ἀσφαλείᾳ τὰ ἀγαθὰ κέκτηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστι φιλοστοργίας σου τὰ δάκρυα, ἀλλὰ πάθους ἀλογίστου. Ἐπεὶ εἰ τὸν ἀπελθόντα ἐφίλεις, χαίρειν ἔδει καὶ εὐφραίνεσθαι, ὅτι τῶν παρόντων ἀπηλλάγη κυμάτων. Τί γὰρ τὸ πλέον; εἰπέ μοι· τί δὲ τὸ ξένον καὶ καινόν; οὐχὶ τὰ αὐτὰ καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἀνακυκλούμενα; Ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα· χειμὼν καὶ θέρος, θέρος καὶ χειμὼν, καὶ πλέον οὐδέν. Καὶ ταῦτα μὲν ἀεὶ τὰ αὐτά· τὰ δὲ κακὰ ξένα καὶ καινότερα. Ταῦτα οὖν αὐτὸν ἀντλεῖν καθ' ἑκάστην ἡμέραν ἐβούλου, καὶ μένειν ἐνταῦθα, καὶ νοσεῖν, καὶ πενθεῖν, καὶ δεδοικέναι, καὶ τρέμειν, καὶ τὰ μὲν ὑπομένειν τῶν δεινῶν, τὰ δὲ μήποτε ὑπομείνῃ φοβεῖσθαι; Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μακρὸν τοῦτο πλέοντα πέλαγος, δυνατὸν ἦν ἀθυμίας καὶ φροντίδων καὶ τῶν ἄλλων ἀπηλλάχθαι τῶν τοιούτων. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι οὐκ ἀθάνατον ἔτεκες· καὶ ὅτι εἰ μὴ νῦν ἐτελεύτησε, μικρὸν ὕστερον ἂν τοῦτο ὑπέμεινεν. Ἀλλ' οὐκ ἐνεπλήσθης αὐτοῦ; Ἀλλὰ ἀπολαύσῃ πάντως ἐκεῖ. Ἀλλὰ καὶ ἐνταῦθα ἐπιθυμεῖς ὁρᾷν· Καὶ τί τὸ κωλύον; Ἔξεστι γὰρ καὶ ἐνταῦθα, ἐὰν νήφῃς· ἡ γὰρ ἐλπὶς τῶν μελλόντων ὄψεως φανερωτέρα. Σὺ δὲ εἰ μὲν ἐν βασιλείοις ἦν, οὐκ ἄν ποτε αὐτὸν ἐπεζήτησας ἰδεῖν, ἀκούουσα εὐδοκιμοῦντα· πρὸς δὲ τὰ πολλῷ βελτίω ὁρῶσα ἀποδεδημηκότα, ὑπὲρ ὀλίγου χρόνου μικροψυχεῖς, καὶ ταῦτα ἔχουσα ἀντ' ἐκείνου τὸν συνοικοῦντα· Ἀλλ' οὐκ ἔχεις ἄνδρα; Ἀλλ' ἔχεις παραμυθίαν, τὸν Πατέρα τῶν ὀρφανῶν καὶ κριτὴν τῶν χηρῶν. Ἄκουσον καὶ Παύλου ταύτην μακαρίζοντος τὴν χηρείαν, καὶ λέγοντος· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ Κύριον. Καὶ γὰρ εὐδοκιμωτέρα ἡ τοιαύτη φανεῖται, πλείονα ἐπιδεικνυμένη τὴν ὑπομονήν. Μὴ τοίνυν θρήνει ὑπὲρ οὗ στεφανοῦσαι. ὑπὲρ οὗ μισθὸν ἀπαιτεῖς. Καὶ γὰρ ἀπέδωκας τὴν παρακαταθήκην, εἰ ὅπερ ἐνεπιστεύθης παρέστησας. Μηκέτι φρόντιζε λοιπὸν, ἐν ἀσύλῳ τὸ κτῆμα ἀποθεμένη θησαυρῷ. Εἰ δὲ καὶ μάθοις, τίς μὲν ὁ παρὼν βίος, τίς δὲ ἡ μέλλουσα ζωὴ, καὶ ὅτι οὗτος μὲν ἀράχνη καὶ σκιὰ, τὰ δὲ ἐκεῖ πάντα ἀκίνητα καὶ ἀθάνατα, οὐ δεήσῃ λοιπὸν ἑτέρων λόγων. Νῦν μὲν γὰρ ἁπάσης τὸ παιδίον ἀπήλλακται μεταβολῆς· ἐνταῦθα δὲ ὢν, ἴσως μὲν χρηστὸς, ἴσως δὲ οὐ τοιοῦτος ἔμενεν ἄν. Ἢ οὐχ ὁρᾷς, ὅσοι τοὺς ἑαυτῶν ἀποκηρύττουσι παῖδας; ὅσοι τῶν ἀποκηρυττομένων χείρους ὄντας ἀναγκάζονται οἴκοι κατέχειν; Ταῦτα πάντα λογιζόμενοι φιλοσοφῶμεν· οὕτω γὰρ καὶ τῷ τετελευτηκότι χαριούμεθα, καὶ παρὰ ἀνθρώπων πολλῶν ἀπολαυσόμεθα τῶν ἐπαίνων, καὶ παρὰ τοῦ Θεοῦ τοὺς μεγάλους τῆς ὑπομονῆς ἀποληψόμεθα μισθοὺς, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.