Ancient Greek
Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες· «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ ἀποκριθεὶς εἶπε· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-28
Not analysed yet
Ὥστε γέλως πάντα ταῦτα τὰ ῥήματα, καὶ μῦθοι παίδων ἀνοήτων εἰσίν. Τοῦτο γὰρ, ὃ λέγεις, ἐν ἀθυμίᾳ συμβαίνει, καὶ ἐν ἀθυμίᾳ συμμέτρῳ, ὅταν ἀκούσωμεν, ὅτι ὁ δεῖνα τὸ αὐτὸ ἔπαθεν· ἔστι δὲ ὅτε οὐδὲ ἐν ἀθυμίᾳ· εἰ δὲ ἐκεῖ οὐδεμίαν ἰσχὺν ἔχει, πολλῷ μᾶλλον ἐν ὀδύνῃ καὶ πόνῳ ἀῤῥήτῳ, ἢν ὁ βρυγμὸς τῶν ὀδόντων δείκνυσι. Καὶ οἶδα μὲν φορτικὸς ὢν καὶ λυπῶν ὑμᾶς διὰ τῶν ῥημάτων τούτων· ἀλλὰ τί πάθω; Οὐ γὰρ ἐβουλόμην ταῦτα λέγειν, ἀλλὰ καὶ ἐμαυτῷ καὶ πᾶσιν ὑμῖν ἀρετὴν συνειδέναι· ἐπειδὴ δὲ ἐν ἁμαρτήμασίν ἐσμεν οἱ πλείους, τίς ἄν μοι δοίη ἀληθῶς δυνηθῆναι λυπῆσαι ὑμᾶς, καὶ καθικέσθαι τῆς διανοίας τῶν ἀκροωμένων; Τότε ἂν οὕτως ἀνεπαυσάμην. Νῦν δὲ δέδοικα μή τινες καταφρονήσωσι τῶν λεγομένων, καὶ μείζων ἡ κόλασις διὰ τὴν ὀλιγωρίαν τῆς ἀκροάσεως γένηται. Οὐδὲ γὰρ εἰ, δεσπότου τινὸς ἀπειλοῦντος, τῶν συνδούλων τις ἀκούων κατεφρόνει τῆς ἀπειλῆς, ἀτιμωρητὶ παρέδραμεν ἂν αὐτὸν ὁ ἀγανακτήσας, ἀλλὰ καὶ τοῦτο ὑπόθεσις αὐτῷ κολάσεως ἂν ἐγένετο μείζονος. Διὸ παρακαλῶ, κατανύξωμεν ἑαυτοὺς τῶν περὶ γεέννης ἀκούοντες λόγων. Οὐδὲ γὰρ ἥδιόν ἐστί τι τῆς διαλέξεως ταύτης, ἐπειδὴ τῶν πραγμάτων οὐδὲν πικρότερον. Καὶ πῶς ἡδὺ τὸ περὶ γεέννης ἀκοῦσαι; φησίν. Ἐπειδὴ ἀηδὲς τὸ εἰς γέενναν ἐμπεσεῖν, ὅπερ ἀποκρούεται τὰ δοκοῦντα φορτικὰ εἶναι ῥήματα, καὶ πρὸ τούτου ἑτέραν τίθησιν ἡδονήν· συστρέφει γὰρ ἡμῶν τὰς ψυχὰς, καὶ εὐλαβεστέρους ποιεῖ, καὶ μετεωρίζει τὴν διάνοιαν, καὶ πτεροῖ τὸν λογισμὸν, καὶ τὴν πονηρὰν τῶν ἐπιθυμιῶν ἐκβάλλει πολιορκίαν, καὶ ἰατρεία τὸ πρᾶγμα γίνεται. Διὸ δὴ μετὰ τῆς κολάσεως δότε μοι καὶ τὴν αἰσχύνην εἰπεῖν. Καθάπερ γὰρ τοὺς Ἰουδαίους οἱ Νινευῖται κατακρινοῦσι τότε, οὕτω καὶ ἡμᾶς πολλοὶ κατακρινοῦσι τῶν δοκούντων καταδεεστέρων νῦν. Ἐννοήσωμεν τοίνυν ὅσος ὁ γέλως, ὅση ἡ κατάγνωσις· ἐννοήσωμεν καὶ βάλωμέν τινα ἀρχὴν κἂν νῦν, καὶ θύραν μετανοίας. Πρὸς ἐμαυτὸν ταῦτα λέγω, πρῶτον ἐμαυτῷ ταῦτα παραινῶ, καὶ μηδεὶς ὀργιζέσθω ὡς κατακρινόμενος. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς. Μέχρι πότε τρυφή; μέχρι πότε ἄνεσις; Οὐκ ἐνεπλήσθημεν ῥᾳθυμοῦντες, γελῶντες, ἀναβαλλόμενοι; Οὐ τὰ αὐτὰ πάλιν ἔσται, τράπεζα, καὶ κόρος, καὶ πολυτέλεια, καὶ χρήματα, καὶ κτήσεις, καὶ οἰκοδομαί; Καὶ τί τὸ τέλος; Θάνατος. Τί τὸ τέλος; Τέφρα καὶ κόνις καὶ σοροὶ καὶ σκώληκες. Ἐπιδειξώμεθα τοίνυν καινήν τινα ζωήν· ποιήσωμεν τὴν γῆν οὐρανόν· ἐντεῦθεν δείξωμεν Ἕλλησιν, ὅσων εἰσὶν ἀπεστερημένοι καλῶν. Ὅταν γὰρ ἴδωσι καλῶς ἡμᾶς πολιτευομένους, τὴν ὄψιν αὐτὴν θεάσονται τῆς βασιλείας τῶν οὐρανῶν. Ὅταν γὰρ ἴδωσιν ἐπιεικεῖς, ὀργῆς καθαροὺς, ἐπιθυμίας πονηρᾶς, βασκανίας, πλεονεξίας, τὰ ἄλλα πάντα κατορθοῦντας, ἐροῦσιν· Εἰ ἐνταῦθα ἄγγελοι γεγόνασιν οἱ Χριστιανοὶ, τί ἔσονται μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; εἰ ἔνθα ξένοι εἰσὶν, οὕτω λάμπουσιν, ὅταν τὴν πατρίδα αὐτῶν ἀπολάβωσιν, ἡλίκοι γενήσονται; Οὕτω καὶ ἐκεῖνοι βελτίους ἔσονται, καὶ ὁ λόγος τῆς εὐσεβείας δραμεῖται, οὐκ ἔλαττον ἢ ἐπὶ τῶν ἀποστόλων. Εἰ γὰρ δώδεκα ὄντες ἐκεῖνοι πόλεις ὁλοκλήρους καὶ χώρας ἐπέστρεψαν· εἰ πάντες γενησόμεθα διδάσκαλοι διὰ τῆς κατὰ τὸν βίον ἐπιμελείας, ἐννόησον ποῦ ἀρθήσεται τὰ ἡμέτερα. Οὐδὲ γὰρ οὕτως ἐπισπᾶται τὸν Ἕλληνα νεκρὸς ἀνιστάμενος, ὡς ἄνθρωπος φιλοσοφῶν. Πρὸς μὲν γὰρ ἐκεῖνο ἐκπλαγήσεται, ἀπὸ δὲ τούτου κερδανεῖ. Ἐκεῖνο γέγονε, καὶ παρῆλθε· τοῦτο δὲ μένει, καὶ διαπαντὸς αὐτοῦ γεωργεῖ τὴν ψυχήν. Ἐπιμελησώμεθα τοίνυν ἡμῶν αὐτῶν, ἵνα καὶ ἐκείνους κερδάνωμεν. Οὐδὲν λέγω φορτικόν· οὐ λέγω, Μὴ γάμει· οὐ λέγω, Καταλίμπανε πόλεις, καὶ ἀφίστασο πολιτικῶν πραγμάτων· ἀλλ' ἐν αὐτοῖς ὢν δεῖξον τὴν ἀρετήν. Καὶ γὰρ τοὺς ἐν μέσαις πόλεσι στρεφομένους βούλομαι μᾶλλον εὐδοκιμεῖν τῶν τὰ ὄρη κατειληφότων. Διατί; Ὅτι πολὺ τὸ κέρδος ἐντεῦθεν γίνεται. Οὐδεὶς γὰρ καίει λύχνον, καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον. Διὰ τοῦτο βούλομαι ἐπὶ τῆς λυχνίας κεῖσθαι τοὺς λύχνους ἅπαντας, ἵνα πολὺ τὸ φῶς γένηται. Ἀνάψωμεν τοίνυν αὐτοῦ τὸ πῦρ, ποιήσωμεν τοὺς ἐν σκότῳ καθημένους ἀπαλλαγῆναι τῆς πλάνης. Καὶ μή μοι λέγε, ὅτι Γυναῖκα ἔχω, καὶ παιδία κέκτημαι, καὶ οἰκίας προΐσταμαι, καὶ οὐ δύναμαι ταῦτα κατορθοῦν. Κἂν γὰρ τούτων μηδὲν ἔχῃς, ῥᾴθυμος δὲ ᾖς, πάντα οἴχεται· κἂν ταῦτα πάντα ᾖς περικείμενος, σπουδαῖος δὲ ᾖς, περιέσῃ τῆς ἀρετῆς. Ἓν γάρ ἐστι τὸ ζητούμενον, γνώμης γενναίας παρασκευή· καὶ οὔτε ἡλικία, οὔτε πενία, οὐ πλοῦτος, οὐ πραγμάτων περίστασις, οὐκ ἄλλο οὐδὲν, ἐμποδίσαι δυνήσεται. Καὶ γὰρ καὶ γέροντες καὶ νέοι, καὶ γυναῖκας ἔχοντες, καὶ παῖδας τρέφοντες, καὶ τέχνας μεταχειριζόμενοι, καὶ στρατευόμενοι, κατώρθωσαν τὰ ἐπιταχθέντα ἅπαντα. Καὶ γὰρ ὁ Δανιὴλ νέος ἦν, καὶ ὁ Ἰωσὴφ δοῦλος ἦν, καὶ ὁ Ἀκύλας τέχνην μετεχειρίζετο, καὶ ἡ πορφυρόπωλις ἐργαστηρίου προειστήκει, καὶ ἄλλος δεσμοφύλαξ ἦν, καὶ ἄλλος ἑκατοντάρχης, ὡς ὁ Κορνήλιος, καὶ ἕτερος ἀσθενὴς, ὡς ὁ Τιμόθεος, καὶ ἄλλος δραπέτης, ὡς Ὀνήσιμος· ἀλλ' οὐδὲν οὐδενὶ τούτων γέγονε κώλυμα, ἀλλὰ πάντες εὐδοκίμησαν, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ νέοι καὶ γέροντες, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ στρατιῶται καὶ ἰδιῶται. Μὴ τοίνυν περιττὰ σκηπτώμεθα, ἀλλὰ γνώμην παρασκευάσωμεν ἀρίστην· κἂν ὁτιοῦν ὦμεν, πάντως ἐπιληψόμεθα ἀρετῆς, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.