Ancient Greek
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-35
Not analysed yet
Διὸ καὶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς ἐπαινῶ καὶ θαυμάζω τῶν τε ἄλλων ἕνεκεν, καὶ διὰ ταύτην τὴν ῥῆσιν. Ἐκεῖνοι γὰρ μετὰ τὸ ἀριστοποιήσασθαι, μᾶλλον δὲ μετὰ τὸ δεῖπνον· (ἄριστον γὰρ οὐκ ἴσασί ποτε· καὶ γὰρ ἴσασιν ὅτι πένθους ὁ παρὼν καιρὸς καὶ νηστείας·) μετὰ τὸ δεῖπνον τοίνυν λέγοντές τινας εὐχαριστηρίους ὕμνους εἰς τὸν Θεὸν, καὶ ταύτης μέμνηνται τῆς φωνῆς. Καὶ εἰ βούλεσθε καὶ αὐτῶν ἀκοῦσαι τῶν ὕμνων, ἵνα καὶ αὐτοὶ λέγητε συνεχῶς, πᾶσαν ὑμῖν ἀπαγγελῶ τὴν ᾠδὴν ἐκείνην τὴν ἱεράν. Ἔχει τοίνυν τὰ ῥήματα αὐτῆς οὕτως· Εὐλογητὸς ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμὴ καὶ κράτος, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι. Βασιλεῦ. ὅτι ἔδωκας ἡμῖν βρώματα εἰς εὐφροσύνην. Πλῆσον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαντες, μὴ αἰσχυνόμενοι, ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πάντα μὲν οὖν ἄξιον θαυμάσαι τὸν ὕμνον τοῦτον, μάλιστα δὲ τουτὶ τὸ τέλος. Ἐπειδὴ γὰρ ἡ τράπεζα καὶ ἡ τροφὴ διαχέειν εἴωθε καὶ βαρύνειν. καθάπερ τινὰ χαλινὸν τὴν ῥῆσιν ταύτην ἐπιτιθέασι τῇ ψυχῇ, παρὰ τὸν καιρὸν τῆς ἀνέσεως τοῦ καιροῦ τῆς κρίσεως αὐτὴν ἀναμιμνήσκοντες. Ἔμαθον γὰρ τί ἔπαθεν Ἰσραὴλ ἀπὸ τραπέζης πολυτελοῦς. Ἔφαγε γὰρ, φησὶ, καὶ ἐπαχύνθη. καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Διὸ καὶ Μωϋσῆς ἔλεγε· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Μετὰ γὰρ ἐκείνην τὴν τράπεζαν τὰ παράνομα αὐτοῖς ἐτολμήθη τότε ἐκεῖνα τολμήματα. Σκόπει τοίνυν καὶ σὺ, μὴ τοιοῦτόν τι πάθῃς. Κἂν γὰρ μὴ λίθῳ θύσῃς, μηδὲ χρυσῷ, καὶ πρόβατα καὶ μόσχους, σκόπει μὴ θυμῷ θύσῃς τὴν σαυτοῦ ψυχὴν, μὴ πορνείᾳ θύσῃς τὴν σωτηρίαν τὴν σὴν, μὴ ἑτέροις τοιούτοις πάθεσι. Διὰ γάρ τοι τοῦτο καὶ ἐκεῖνοι τοὺς κρημνοὺς δεδοικότες τούτους, τραπέζης ἀπολαύσαντες, μᾶλλον δὲ νηστείας (καὶ γὰρ ἡ τράπεζα αὐτῶν νηστεία), τοῦ φοβεροῦ δικαστηρίου καὶ τῆς ἡμέρας ἐκείνης ἑαυτοὺς ἀναμιμνήσκουσιν. Εἰ δὲ ἐκεῖνοι οἱ καὶ νηστείαις, καὶ χαμευνίαις, καὶ ἀγρυπνίαις, καὶ σάκκῳ, καὶ μυρίοις ἑαυτοὺς σωφρονίζοντες, ἔτι καὶ ταύτης δέονται τῆς ὑπομνήσεως· πότε δυνησόμεθα ἡμεῖς ἐπιεικῶς ζῇν, οἱ τραπέζας παρατιθέντες μυρία ναυάγια φερούσας, καὶ μηδὲ ὅλως εὐχόμενοι, μήτε ἐν ἀρχῇ, μήτε ἐν τέλει; Διόπερ ἵνα τὰ ναυάγια ταῦτα λύσωμεν, τὸν ὕμνον ἐκεῖνον εἰς μέσον ἀγαγόντες ἀναπτύξωμεν πάντα, ἵνα τὸ ἐξ αὐτοῦ κέρδος ἰδόντες, καὶ αὐτοὶ συνεχῶς ἐπᾴδωμεν αὐτὸν τῇ τραπέζῃ, καὶ τὰ σκιρτήματα τῆς γαστρὸς καταστέλλωμεν, καὶ τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀγγέλων ἐκείνων εἰς τὰς οἰκίας εἰσάγοντες τὰς ἡμετέρας. Ἔδει μὲν γὰρ βαδίζοντας ἐκεῖ, ταῦτα καρπίζεσθαι· ἐπειδὴ δὲ οὐ βούλεσθε, κἂν διὰ τῶν ἡμετέρων λόγων ἀκούσατε τῆς πνευματικῆς ταύτης μελῳδίας, καὶ ἕκαστος μετὰ τὴν τράπεζαν ταῦτα λεγέτω τὰ ῥήματα, ἀρχόμενος οὕτως· Εὐλογητὸς ὁ Θεός. Τὸν γὰρ ἀποστολικὸν εὐθέως πληροῦσι νόμον τὸν κελεύοντα· Πᾶν ὁτιοῦν ποιοῦμεν ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Εἶτα ἡ εὐχαριστία οὐχ ὑπὲρ τῆς μιᾶς ἡμέρας ἐκείνης μόνης, ἀλλ' ὑπὲρ παντὸς τοῦ βίου γίνεται. Ὁ τρέφων γάρ με, φησὶν, ἐκ νεότητός μου. Καὶ διδασκαλία φιλοσοφίας ἐντεῦθεν. Τοῦ γὰρ Θεοῦ τρέφοντος, οὐ χρὴ μεριμνᾷν. Εἰ γὰρ βασιλέως σοι ὑποσχομένου παρέχειν ἐκ τῶν αὐτοῦ ταμιείων τὴν καθημερινὴν τροφὴν, ἐθάρσησας ἂν λοιπόν· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς παρέχῃ, καὶ πάντα σοι ὥσπερ ἐκ πηγῶν ἐπιῤῥέῃ, πάσης φροντίδος ἀπηλλάχθαι δεῖ. Διὰ γὰρ τοῦτο καὶ ταῦτα λέγουσιν, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτῶν μαθητευομένους πείσωσι πᾶσαν ἀποδύσασθαι μέριμναν βιωτικήν. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ ἑαυτῶν μόνων τὴν εὐχαριστίαν ταύτην ἀναφέρουσιν, ἐπάγουσι λέγοντες, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὑπὲρ παντὸς εὐχαριστοῦντες τοῦ κόσμου· καὶ καθάπερ πατέρες τῆς οἰκουμένης ἁπάσης, οὕτω τὰς ὑπὲρ ἁπάντων εὐφημίας ἀναφέρουσι, καὶ εἰς φιλαδελφίαν ἑαυτοὺς ἀλείφουσι γνησίαν. Οὐδὲ γὰρ δύνανται μισεῖν ἐκείνους, ὑπὲρ ὧν, ὅτι τρέφονται, εὐχαριστοῦσι τῷ Θεῷ. Εἶδες καὶ τὴν ἀγάπην διὰ τῆς εὐχαριστίας εἰσαγομένην, καὶ μέριμναν ἐκβαλλομένην βιωτικὴν, καὶ διὰ τῶν ἔμπροσθεν καὶ διὰ τούτων; Εἰ γὰρ πᾶσαν τρέφει σάρκα, πολλῷ μᾶλλον τοὺς ἀνακειμένους αὐτῷ· εἰ γὰρ τοὺς βιωτικαῖς ἐνδεδεμένους φροντίσι, πολλῷ μᾶλλον τοὺς τούτων ἀπηλλαγμένους. Τοῦτο καὶ ὁ Χριστὸς κατασκευάζων ἔλεγε· Πόσων στρουθίων διαφέρετε ὑμεῖς; Ταῦτα δὲ ἔλεγε, παιδεύων μὴ θαῤῥεῖν πλούτῳ καὶ γῇ καὶ σπέρμασιν. Οὐ γὰρ ταῦτά ἐστι τὰ τρέφοντα, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος. Ἀπὸ τούτων καὶ Μανιχαίους, καὶ τοὺς Οὐαλεντίνου, καὶ πάντας τοὺς τὰ ἐκείνων νοσοῦντας ἐπιστομίζουσιν. Οὐ γὰρ δὴ πονηρὸς οὗτος, ὁ πᾶσι προθεὶς τὰ ἑαυτοῦ, καὶ τοῖς βλασφημοῦσιν αὐτόν. Εἶτα ἡ αἴτησις· Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρ δίας ἡμῶν. Ποίας ἄρα χαρᾶς λέγει; μὴ τῆς βιωτικῆς; Μὴ γένοιτο· οὐ γὰρ ἂν, εἰ ταύτην ἤθελον, ὀρῶν κορυφὰς κατελάμβανον καὶ ἐρημίας, καὶ σάκκον περιεβάλλοντο· ἀλλ' ἐκείνην λέγουσι τὴν χαρὰν, τὴν οὐδὲν κοινὸν ἔχουσαν πρὸς τὸν παρόντα βίον, τὴν τῶν ἀγγέλων, τὴν ἄνω. Καὶ οὐχ ἁπλῶς αὐτὴν αἰτοῦσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπερβολῆς· οὐ γὰρ λέγουσι, Δὸς, ἀλλὰ, Πλήρωσον· καὶ οὐ λέγουσιν, Ἡμᾶς, ἀλλὰ, Τὰς καρδίας ἡμῶν. Αὕτη γὰρ μάλιστα καρδίας χαρά· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα τὴν εὐαγγελικὴν ἐκείνην πληροῦντας ῥῆσιν, τὴν λέγουσαν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ταύτην δὲ αὐτὴν ζητοῦντας διὰ τὰ πνευματικά. Ἵνα γὰρ περισσεύωμεν, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. Οὐκ εἶπον, Ἵνα τὸ ὀφειλόμενον μόνον ποιῶμεν, ἀλλ' ἵνα καὶ πλέον τῶν ἐπιτεταγμένων· τοῦτο γάρ ἐστιν, Ἵνα περισσεύωμεν. Καὶ παρὰ μὲν τοῦ Θεοῦ τὴν αὐτάρκειαν ζητοῦσιν ἐν τοῖς ἀναγκαίοις· αὐτοὶ δὲ οὐ μετὰ αὐταρκείας βούλονται ὑπακούειν μόνον, ἀλλὰ μετὰ περιουσίας πολλῆς, καὶ ἐν ἅπασι. Τοῦτο δούλων εὐγνωμόνων, τοῦτο φιλοσόφων ἀνδρῶν, τὸ ἀεὶ καὶ ἐν πᾶσι περισσεύειν. Εἶτα πάλιν ἀναμιμνήσκοντες ἑαυτοὺς τὴν οἰκείαν ἀσθένειαν, καὶ ὡς οὐδὲν ἄνευ τῆς ἄνωθεν ῥοπῆς γενναῖον δύναται γενέσθαι, εἰπόντες, Ἵνα περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπάγουσιν· Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν· ἴσον τῇ ἀρχῇ τὸ τέλος ὑφαίνοντες δι' εὐχαριστίας.