Ancient Greek
Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-46
Not analysed yet
Ὅρα γοῦν εἰσελθόντα πάλιν ἕτερον, καὶ χαλεπὰ λέγοντα περὶ τοῦ νοσήματος τούτου· μᾶλλον δὲ τὸν Διδάσκαλον δι' αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύττουσι καὶ κλέπτουσιν. Εἶδες πῶς ἀπὸ τοῦ τόπου, ἀπὸ τῶν λυμαινομένων, ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐνταῦθα, καὶ προσηλοῖ τῷ οὐρανῷ, ὅπου πάντα ἀνάλωτα; Ἂν γὰρ μεταθῆτε τὸν πλοῦτον ἐκεῖ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύττουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούσεσθε τὴν νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστῃ καταστήσετε εὐπορίᾳ. Μετὰ δὲ τῶν εἰρημένων καὶ παράδειγμα εἰς μέσον ἄγει, σὲ σωφρονίζων. Καὶ καθάπερ ὁ ἰατρὸς, φοβῶν τὸν ἄῤῥωστον, φησὶν, ὅτι Ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο· οὕτω καὶ αὐτὸς εἰσάγει τὸν πλούσιον, κάμνοντα μὲν, καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγιείας, οὐ δυνάμενον δὲ ἐπιτυχεῖν, διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ' ἀπιόντα κενόν. Καὶ μετὰ τοῦτον ἕτερόν σοι δείκνυσι πάλιν ἕτερος εὐαγγελιστὴς, τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα κύριον. Εἶτα δεικνὺς ὅτι εὔκολα τὰ ἐπιτάγματα, φησὶν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ. Συγκαταβατικὸς δὲ ὢν, οὐδὲ τοὺς πλουτοῦντας ἀπογινώσκειν ἀφίησι. Τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖς, δύναταί σε θεραπεῦσαι ὁ Ἰατρός. Οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι χρημάτων, καὶ πλεονεξίας ἐραστήν. Πῶς οὖν δυνατὸν τὸν πλουτοῦντα σωθῆναι· Κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰὼβ, καὶ τὴν τοῦ πλείονος ἐπιθυμίαν ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα τὴν ἀναγκαίαν. Δείκνυσί σοι μετὰ τούτων καὶ τοῦτον αὐτὸν τὸν τελώνην, τὸν σφόδρα κατεχόμενον τῷ πυρετῷ τῆς πλεονεξίας, ταχέως ἀπαλλαγέντα. Τί γὰρ τελώνου καπηλικώτερον; ἀλλ' ὅμως γέγονεν ἀκτήμων ὁ ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς τοῦ Ἰατροῦ νόμοις. Καὶ γὰρ τοὺς μαθητὰς τοιούτους ἔχει, ταῦτα νοσήσαντας τὰ νοσήματα ἅπερ ἡμεῖς, καὶ ὑγιάναντας ταχέως. Καὶ ἕκαστον αὐτῶν ἡμῖν δείκνυσιν, ὥστε μὴ ἀπογνῶναι. Ὅρα γοῦν τὸν τελώνην τοῦτον. Σκόπει πάλιν ἕτερον ἀρχιτελώνην· ὃς τετραπλασίονα μὲν ὑπέσχετο δώσειν, ὑπὲρ ὧν ἥρπασε, τὰ δὲ ἡμίση πάντων ὧν ἐκέκτητο, ὥστε ὑποδέξασθαι τὸν Ἰησοῦν. Ἀλλ' ἐκκαίῃ σὺ καὶ σφόδρα ἐπιθυμεῖς χρημάτων; Ἔχε τὰ πάντων ἀντὶ τῶν σῶν. Καὶ γὰρ πλείονα ὧν ζητεῖς δίδωμί σοι, φησὶ, τὰς τῶν πλουτούντων οἰκίας ἀνοίγων σοι κατὰ τὴν οἰκουμένην. Ὃς γὰρ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἑκατονταπλασίονα λήψεται. Οὕτως οὐχὶ πλειόνων ἀπολαύσεις μόνον, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψος ἀναιρήσεις παντάπασι, καὶ οἴσεις πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων οὐκ ἐφιέμενος, ἀλλ' οὐδὲ τῶν ἀναγκαίων πολλάκις. Οὕτως ὁ Παῦλος πεινᾷ, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἤσθιεν. Ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος καὶ στεφανούμενος, οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳστώνῃ· καὶ ἔμπορος τῶν ἐν θαλάττῃ πόρων ἁψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοίνυν, ἂν γευσώμεθα ὡς χρὴ τῶν καρπῶν τῶν πνευματικῶν, λοιπὸν οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ μέθῃ καλλίστῃ τῇ τῶν μελλόντων ἐπιθυμίᾳ ἁλόντες. Γευσώμεθα τοίνυν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.