# In Matthaeum (homiliae 1-90) 6.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/6.1-6

Καὶ ποίας ἄξιοι συγγνώμης ἐσμὲν, τὰ ἀποτειχίζοντα τὴν ἐκεῖσε ὁδὸν μετὰ πολλῆς περιβαλλόμενοι σπουδῆς, καὶ οὐ μόνον ἐν κιβωτίοις, ἀλλὰ καὶ ἐν γῇ κατακρύπτοντες, παρὸν τῇ τῶν οὐρανῶν αὐτὰ παραδοῦναι φυλακῇ; Ὡς νῦν γε τὸ αὐτὸ ποιεῖς, οἷον ἂν εἴ τις γεωργὸς σῖτον λαβὼν ὥστε σπεῖραι λιπαρὰν ἄρουραν, ἀφεὶς τὴν ἄρουραν, εἰς λάκκον τὸν σῖτον πάντα κατορύξῃ, ἵνα μήτε αὐτὸς ἀπολαύσῃ, καὶ ὁ σῖτος διαφθαρεὶς ἀπόληται. Ἀλλὰ τίς ὁ πολὺς λόγος αὐτῶν, ὅταν ταῦτα ἐγκαλῶμεν ἡμεῖς; Οὐ μικράν τίνα παραμυθίαν, φησὶ, φέρει τὸ εἰδέναι, ὅτι μετὰ ἀσφαλείας ἡμῖν ἀπόκειται ἔνδον ἅπαντα. Τὸ μὴ εἰδέναι μὲν οὖν, ὅτι ἀπόκειται, παραμυθία. Εἰ γὰρ καὶ μὴ λιμὸν δέδοικας, ἀλλ' ἕτερα χαλεπώτερα διὰ τὴν ἀποθήκην ταύτην δεδοικέναι ἀνάγκη, θανάτους, πολέμους, ἐπιβουλάς. Εἰ δὲ λιμός ποτε καταλάβοι, πάλιν ὁ δῆμος ὑπὸ τῆς γαστρὸς καταναγκαζόμενος, τὴν δεξιὰν ὁπλίζει κατὰ τῆς σῆς οἰκίας. Μᾶλλον δὲ ὅταν ταῦτα ποιῇς, σὺ καὶ τὸν λιμὸν εἰσάγεις εἰς τὰς πόλεις. καὶ τοῦ λιμοῦ χαλεπώτερον τουτὶ τὸ βάραθρον τῇ σῇ κατασκευάζεις οἰκίᾳ. Λιμοῦ μὲν γὰρ ἀνάγκῃ οὐκ οἶδά τινας τετελευτηκότας ταχέως· καὶ γὰρ ἔστι πολλὰ πολλαχόθεν ἐπινοῆσαι πρὸς τὴν τοῦ κακοῦ τούτου παραμυθίαν· διὰ δὲ χρήματα καὶ πλοῦτον καὶ τὰς τοιαύτας πραγματείας, πολλοὺς ἀνῃρημένους δείκνυμι, τοὺς μὲν λάθρα, τοὺς δὲ δημοσίᾳ. Καὶ πολλῶν μὲν τοιούτων παραδειγμάτων γέμουσιν αἱ ὁδοὶ, πολλῶν δὲ τὰ δικαστήρια καὶ αἱ ἀγοραί. Καὶ τί λέγω τὰς ὁδοὺς καὶ τὰ δικαστήρια καὶ τὰς ἀγοράς; Καὶ γὰρ τὴν θάλατταν αὐτὴν ὄψει τῶν αἱμάτων ἐμπεπλησμένην. Οὐ γὰρ δὴ γῆς ἐκράτησεν ἡ τυραννὶς αὕτη, ἀλλὰ καὶ εἰς τὸ πέλαγος μετὰ πολλῆς εἰσεκώμασε τῆς παροινίας. Καὶ ὁ μὲν πλεῖ διὰ χρυσὸν, ὁ δὲ σφάττεται δι' αὐτὸ τοῦτο πάλιν· καὶ ἡ αὐτὴ τυραννὶς τὸν μὲν ἔμπορον ἐποίησε, τὸν δὲ ἀνδροφόνον. Τί τοίνυν ἀπιστότερον γένοιτ' ἂν τοῦ μαμωνᾶ, ὅταν δι' αὐτὸν ἀποδημῇ καὶ κινδυνεύῃ καὶ σφάττηται; Ἀλλὰ Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ἔδει γὰρ εἰδότας τὴν ὠμὴν τυραννίδα, φεύγειν τὴν δουλείαν, καὶ καταλῦσαι τὸν χαλεπὸν ἔρωτα. Καὶ πῶς, φησὶ, τοῦτο δυνατόν; Ἂν ἕτερον εἰσαγάγῃς ἔρωτα, τὸν τῶν οὐρανῶν. Ὁ γὰρ ἐπιθυμῶν βασιλείας, καταγελάσεται πλεονεξίας· ὁ γενόμενος τοῦ Χριστοῦ δοῦλος, οὐκ ἔστι δοῦλος τοῦ μαμωνᾶ, ἀλλὰ καὶ δεσπότης· τὸν μὲν γὰρ φεύγοντα διώκειν εἴωθε, τὸν δὲ διώκοντα φεύγειν. Οὐχ οὕτω τὸν διώκοντα τιμᾷ, ὡς τὸν καταφρονοῦντα αὐτοῦ· οὐδενὸς οὕτω καταγελᾷ, ὡς τῶν ἐπιθυμούντων αὐτοῦ· οὐ καταγελᾷ δὲ μόνον ἀλλὰ καὶ μυρίοις αὐτοὺς περιβάλλει δεσμοῖς. Λύσωμεν οὖν ὀψέ ποτε τὰς χαλεπὰς ταύτας σειράς. Τί καταδουλοῖς τὴν λογικὴν ψυχὴν τῇ ἀλόγῳ ὕλῃ, τῇ μητρὶ τῶν μυρίων κακῶν; Ἀλλ' ὢ τοῦ γέλωτος. ἡμεῖς μὲν γὰρ αὐτῷ πολεμοῦμεν λόγοις, αὐτὸς δὲ ἡμῖν πολεμεῖ διὰ τῶν ἔργων, καὶ ἄγει πανταχοῦ καὶ περιφέρει, καθάπερ ἀργυρωνήτους καὶ μαστιγίας ἀτιμάζων· οὗ τί γένοιτ' ἂν αἰσχρότερόν τε καὶ ἀτιμότερον; Εἰ γὰρ ὑλῶν ἀναισθήτων οὐ περιγινόμεθα, πῶς τῶν ἀσωμάτων περιεσόμεθα δυνάμεων; εἰ γῆς εὐτελοῦς οὐ καταφρονοῦμεν, καὶ λίθων ἀπεῤῥιμμένων, πῶς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ὑποτάξομεν; πῶς σωφροσύνην ἀσκήσομεν; Εἰ γὰρ ἄργυρος καταλάμπων ἡμᾶς ἐκπλήττει, πότε κάλλος ὄψεως δυνησόμεθα παραδραμεῖν; Καὶ γὰρ οὕτω τινὲς ἐκδεδομένοι πρὸς ταύτην εἰσὶ τὴν τυραννίδα, ὡς καὶ πρὸς αὐτὴν πάσχειν τι τοῦ χρυσίου τὴν ὄψιν, καὶ χαριεντιζόμενοι λέγειν, ὅτι καὶ ὀφθαλμοὺς ὠφελεῖ νόμισμα χρυσοῦν φαινόμενον. Ἀλλὰ μὴ παῖζε τοιαῦτα, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἀδικεῖ ὀφθαλμοὺς, καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς ψυχῆς, ὡς ἡ τούτων ἐπιθυμία. Οὗτος γοῦν ὁ χαλεπὸς ἔρως τῶν παρθένων ἐκείνων τὰς λαμπάδας ἔσβεσε, καὶ τοῦ νυμφῶνος ἐξέβαλεν. Αὕτη ἡ ὄψις, ἡ τοὺς ὀφθαλμοὺς ὠφελοῦσα, καθὼς ἔφης, τὸν ἄθλιον Ἰούδαν οὐκ ἀφῆκεν ἀκοῦσαι τῆς δεσποτικῆς φωνῆς, ἀλλὰ καὶ εἰς βρόχον ἤγαγε, καὶ μέσον λακίσαι ἐποίησε, καὶ μετ' ἐκεῖνα πάντα εἰς γέενναν παρέπεμψε. Τί τοίνυν ταύτης παρανομώτερον γένοιτ' ἄν; τί δὲ φρικωδέστερον; οὐ τῆς ὕλης τῶν χρημάτων λέγω, ἀλλὰ τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου καὶ μανικῆς. Καὶ γὰρ αἱμάτων ἀνθρωπίνων στάζει, καὶ φόνον βλέπει, καὶ θηρίου παντός ἐστι χαλεπωτέρα, κατασπαράττουσα τοὺς ἐμπεσόντας, καὶ ὃ πολλῷ χεῖρόν ἐστιν, οὐδὲ τῶν σπαραγμῶν ἀφίησιν αἰσθάνεσθαι τούτων. Δέον γὰρ οὕτω τοὺς τὰ τοιαῦτα πάσχοντας, καὶ πρὸς τοὺς παριόντας χεῖρα ἐκτείνειν, καὶ εἰς συμμαχίαν καλεῖν, οἱ δὲ καὶ χάριν ἔχουσι τούτων τῶν ἑλκηθμῶν· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, φύγωμεν τὴν ἀνίατον νόσον, θεραπεύσωμεν αὐτῆς τὰ δήγματα, καὶ μακρὰν ἀποστῶμεν τῆς τοιαύτης λύμης· ἵνα καὶ ἐνταῦθα ἀσφαλῆ καὶ ἀτάραχον ζήσωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν θησαυρῶν· [ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν] χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
