# In Matthaeum (homiliae 1-90) 6.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.». Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/6.1-8

Καὶ ὁ Δαυῒδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κακηγορίας μόνης ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ· Ἄφες γὰρ αὐτὸν καταρᾶσθαι, φησὶν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ. Καὶ ὁ Παῦλος δὲ οὐχὶ τοὺς κινδυνεύοντας μόνον, οὐδὲ τοὺς ἀφαιρουμένους τὰ ὄντα, ἀλλὰ καὶ τούτους ἀνακηρύττει, οὕτω λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Διὰ δὴ τοῦτο καὶ τὸν μισθὸν πολὺν τέθεικεν ὁ Χριστός. Εἶτα ἵνα μή τις λέγῃ· Ἐνταῦθα οὐκ ἀμύνεις, οὐδὲ ἀποῤῥάπτεις αὐτῶν τὰ στόματα, κἀκεῖ μισθὸν δίδως; τέθεικε τοὺς προφήτας, δεικνὺς ὅτι οὐδὲ ἐκεῖ ἤμυνεν ὁ Θεός. Εἰ δὲ ὅπου παρὰ πόδας ἦσαν αἱ ἀντιδόσεις, ἀπὸ τῶν μελλόντων αὐτοὺς ἤλειψε· πολλῷ μᾶλλον νῦν, ὅτε τρανοτέρα αὕτη γέγονεν ἡ ἐλπὶς, καὶ μείζων ἡ φιλοσοφία. Θέα δὲ καὶ μετὰ πόσας ἐντολὰς αὐτὸ τέθεικεν. Οὐδὲ γὰρ ἁπλῶς αὐτὸ πεποίηκεν, ἀλλὰ δηλῶν ὅτι οὐκ ἔνι τὸν μὴ πᾶσιν ἐκείνοις κατεσκευασμένον καὶ συγκεκροτημένον πρὸς τούτους ἐκβῆναι τοὺς ἀγῶνας. Διά τοι τοῦτο ἀπὸ τῆς προτέρας ἀεὶ τῇ ἐπιούσῃ προοδοποιῶν ἐντολῇ, σειρὰν ἡμῖν τινα χρυσῆν ὕφηνεν. Ὅ τε γὰρ ταπεινὸς, καὶ τὰ οἰκεῖα πάντως πενθήσει ἁμαρτήματα· ὁ πενθῶν, καὶ πρᾶος ἔσται καὶ δίκαιος καὶ ἐλεήμων· ὁ ἐλεήμων, καὶ δίκαιος καὶ κατανενυγμένος, πάντως καὶ καθαρὸς τῇ καρδίᾳ ὁ δὲ τοιοῦτος. καὶ εἰρηνοποιός. Ὁ δὲ ταῦτα πάντα κατωρθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρατεταγμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς, καὶ μυρία πάσχων δεινά. Παραινέσας τοίνυν ἃ προσῆκε, πάλιν ἀναπαύει τοῖς ἐγκωμίοις αὐτούς. Ἐπειδὴ γὰρ ὑψηλὰ τὰ ἐπιτάγματα ἦν, καὶ πολλῷ μείζονα τῶν ἐν τῇ Παλαιᾷ, ἵνα μὴ θορυβῶνται καὶ ταράττωνται, καὶ λέγωσι· Πῶς δυνησόμεθα ταῦτα κατορθοῦν; ἄκουσον τί φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· δεικνὺς ὅτι ἀναγκαίως ταῦτα ἐπιτάττε· Οὐ γὰρ ὑπὲρ τῆς καθ' ἑαυτοὺς ζωῆς, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης, φησὶν, ἁπάσης ὁ λόγος ἔσται ὑμῖν. Οὐδὲ γὰρ εἰς δύο πόλεις, καὶ δέκα, καὶ εἴκοσιν, οὐδὲ εἰς ἓν ἔθνος ὑμᾶς ἀποστέλλω, καθάπερ τοὺς προφήτας, ἀλλ' εἰς γῆν καὶ θάλατταν καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ ταύτην κακῶς διακειμένην. Τῷ γὰρ εἰπεῖν, Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς, ἔδειξε μωρανθεῖσαν ἅπασαν τὴν ἀνθρωπίνην φύσιν, καὶ κατασαπεῖσαν ὑπὸ τῶν ἁμαρτημάτων. Διά τοι τοῦτο ταύτας παρ' αὐτῶν ἐπιζητεῖ τὰς ἀρετὰς, αἳ μάλιστα πρὸς τὴν τῶν πολλῶν ἐπιμέλειάν εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι. Ὅ τε γὰρ πρᾶος καὶ ἐπιεικὴς καὶ ἐλεήμων καὶ δίκαιος, οὐκ εἰς αὐτὸν συγκλείει τὰ κατορθώματα μόνον, ἀλλὰ καὶ εἰς τὴν ἑτέρων ὠφέλειαν τὰς καλὰς ταύτας ὑπερχεῖσθαι παρασκευάζει πηγάς. Ὁ δ' αὖ καθαρὸς τὴν καρδίαν καὶ εἰρηνοποιὸς, καὶ ἐλαυνόμενος ὑπὲρ τῆς ἀληθείας, πάλιν πρὸς τὸ κοινῇ συμφέρον τὸν βίον καθίσταται. Μὴ τοίνυν νομίσητε, φησὶν, ἐπὶ τοὺς τυχόντας ἀγῶνας ἕλκεσθαι, μηδὲ ὑπὲρ μικρῶν τινων εἶναι τὸν λόγον ὑμῖν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Τί οὖν; τὰ σεσηπότα αὐτοὶ διώρθωσαν; Οὐδαμῶς. Οὔτε γὰρ δυνατὸν τὰ διεφθορότα ἤδη ἐπιπάσσοντας ἅλας ὠφελεῖν. Οὐ δὴ τοῦτο ἐποίουν· ἀλλὰ ἀνανεωθέντα πρότερον καὶ παραδοθέντα αὐτοῖς, καὶ τῆς δυσωδίας ἀπαλλαγέντα ἐκείνης, τότε ἥλιζον, κατέχοντες καὶ διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ Δεσπότου παρέλαβον. Τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων, τοῦ Χριστοῦ κατόρθωμα γέγονε· τὸ δ' αὖ πάλιν μηκέτι ἐπ' ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς καὶ ταλαιπωρίας ἔργον ἦν. Ὁρᾷς πῶς κατὰ μικρὸν δείκνυσι καὶ τῶν προφητῶν ὄντας βελτίους; Οὐ γὰρ τῆς Παλαιστίνης διδασκάλους εἶναί φησιν, ἀλλὰ τῆς γῆς ἁπάσης· καὶ οὐχ ἁπλῶς διδασκάλους, ἀλλὰ καὶ φοβερούς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ κολακεύοντες, οὐδὲ θεραπεύοντες, ἀλλ' ἐπιστύφοντες ὥσπερ τὸ ἅλας, οὕτω ποθεινοὶ πᾶσι γεγόνασι. Μὴ τοίνυν θαυμάσητε, φησὶν, εἰ τοὺς ἄλλους ἀφεὶς ὑμῖν διαλέγομαι, καὶ πρὸς τοσούτους ἕλκω κινδύνους. Ἐννοήσατε γὰρ ὅσαις πόλεσι καὶ δήμοις καὶ ἔθνεσι μέλλω πέμπειν ὑμᾶς ἐπιστάτας. Διὰ τοῦτο οὐχ ὑμᾶς εἶναι βούλομαι φρονίμους μόνον, ἀλλὰ καὶ ἑτέρους τοιούτους ποιεῖν. Τοὺς δὲ τοιούτους πολὺ δεῖ συνετοὺς εἶναι, ἐν οἷς ἡ τῶν ἄλλων κινδυνεύεται σωτηρία, καὶ τοσαύτην αὐτοῖς τὴν περιουσίαν εἶναι τῆς ἀρετῆς, ὡς καὶ ἄλλοις μεταδιδόναι τῆς ὠφελείας. Εἰ γὰρ τοιοῦτοι μὴ γένοισθε, οὐδὲ ὑμῖν αὐτοῖς ἀρκέσετε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
