Ancient Greek · ~10 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7
Not analysed yet
Ἀλλ' ἵνα μὴ καταχώσωμεν ὑμῶν τὴν μνήμην πολλὰ συνείροντες, ἐνταῦθα τέως τὸν λόγον στήσωμεν. Ἀρκεῖ γὰρ ὑμῖν εἰς τὸ διεγερθῆναι καὶ τὸ τὰ ζητούμενα μόνον μαθεῖν. Εἰ δὲ καὶ τῆς λύσεως ἐρᾶτε, καὶ τούτου πρὸ τῶν λόγων τῶν ἡμετέρων ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ ἴδω διεγερθέντας καὶ ἐπιθυμοῦντας μαθεῖν, πειράσομαι καὶ τὴν λύσιν ἐπαγαγεῖν· ἂν δὲ χασμωμένους καὶ μὴ προσέχοντας, ἀποκρύψομαι καὶ τὰ ζητήματα καὶ τὴν λύσιν, θείῳ νόμῳ πειθόμενος· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἵνα μὴ καταπατήσωσι τοῖς ποσὶν αὑτῶν. Τίς δέ ἐστιν ὁ καταπατῶν; Ὁ μὴ τίμια ταῦτα ἡγούμενος καὶ σεμνά. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μὴ σεμνὰ ταῦτα καὶ πάντων ἡγεῖσθαι τιμιώτερα; Ὁ μηδὲ τοσαύτην παρέχων αὐτοῖς σχολὴν, ὅσην ταῖς πόρναις γυναιξὶν ἐν τοῖς σατανικοῖς θεάτροις. Ἐκεῖ μὲν γὰρ καὶ διημερεύουσιν οἱ πολλοὶ, καὶ πολλὰ τῶν ἐπὶ τῆς οἰκίας προδιδόασι διὰ τὴν ἄκαιρον ἀσχολίαν ταύτην, καὶ μετὰ ἀκριβείας ὅπερ ἂν ἀκούσωσι κατέχουσι, καὶ ταῦτα ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς φυλάττοντες. Ἐνταῦθα δὲ τοῦ Θεοῦ φθεγγομένου, οὐδὲ μικρὸν ἀνέχονται παραμεῖναι χρόνον. Διά τοι τοῦτο οὐδὲν κοινὸν ἔχομεν πρὸς τὸν οὐρανὸν, ἀλλὰ μέχρι ῥημάτων ἡμῖν ἡ πολιτεία. Καίτοιγε καὶ γέενναν διὰ τοῦτο ἠπείλησεν ὁ Θεὸς, οὐχ ἵνα ἐμβάλῃ, ἀλλ' ἵνα πείσῃ φυγεῖν τὴν χαλεπὴν τυραννίδα ταύτην. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν, καὶ καθ' ἑκάστην ἡμέραν πρὸς τὴν ἐκεῖ φέρουσαν ὁδὸν τρέχομεν· καὶ τοῦ Θεοῦ κελεύοντος μὴ μόνον ἀκούειν, ἀλλὰ καὶ ποιεῖν τὰ λεγόμενα, οὐδὲ ἀκοῦσαι ἀνεχόμεθα. Πότε οὖν πράξομεν, εἰπέ μοι, τὰ κελευόμενα, καὶ τῶν ἔργων ἁψόμεθα, ὅταν μηδὲ τοὺς ὑπὲρ τούτων λόγους ἀκούειν ἀνεχώμεθα, ἀλλὰ ἀσχάλλωμεν καὶ ἀλύωμεν πρὸς τὴν ἐνταῦθα διατριβὴν, καίτοι βραχεῖαν οὖσαν σφόδρα; Εἶτα ἡμεῖς μὲν περὶ ψυχρῶν διαλεγόμενοι πραγμάτων, ἂν τοὺς συγκαθημένους μὴ προσέχοντας ἴδωμεν, ὕβριν τὸ πρᾶγμά φαμεν. Τὸν Θεὸν δὲ οὐχ ἡγούμεθα παροξύνειν, ὅταν αὐτοῦ περὶ τοιούτων διαλεγομένου, καταφρονήσαντες τῶν λεγομένων, ἑτέρωσε βλέπωμεν; Ἀλλ' ὁ μὲν γεγηρακὼς καὶ πολλὴν ἐπελθὼν γῆν, καὶ σταδίων ἀριθμὸν, καὶ πόλεων θέσεις, καὶ σχήματα καὶ λιμένας καὶ ἀγορὰς μετὰ ἀκριβείας ἡμῖν ἀπαγγέλλει πάσης· αὐτοὶ δὲ οὐδὲ ὅσον ἀπέχομεν τῆς ἐν τοῖς οὐρανοῖς πόλεως ἴσμεν· ἦ γὰρ ἂν καὶ ἐσπουδάσαμεν ἐπιτεμεῖν τὸ μῆκος, εἰ τὸ διάστημα ἔγνωμεν. Οὐ γὰρ τοσοῦτον ἡμῶν ἀφέστηκεν ἡ πόλις ἐκείνη, ὅσον οὐρανοῦ πρὸς τὴν γῆν τὸ μέσον, ἀλλὰ καὶ πολλῷ πλέον, ἐὰν ἀμελῶμεν· ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ ἐν ἀκαρεῖ χρόνῳ ἐπὶ τὰς πύλας αὐτῆς ἥξομεν. Οὐ γὰρ μήκει τόπων, ἀλλὰ γνώμῃ τρόπων τὰ διαστήματα ταῦτα ὥρισται.