Ancient Greek · ~11 min
Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7-3
Not analysed yet
Περικόψωμεν τοίνυν τὴν ἀμετρίαν, καὶ τὸ σωτήριον τῆς συμμετρίας πίνοντες φάρμακον, μένωμεν ἐπὶ τῆς εὐκρασίας τῆς προσηκούσης, καὶ ταῖς εὐχαῖς μετὰ ἀκριβείας προσέχωμεν. Κἂν μὴ λάβωμεν, παραμείνωμεν, ἵνα λάβωμεν· κἂν λάβωμεν, ἐπειδὴ ἐλάβομεν. Οὐδὲ γὰρ αὐτὸς βούλεται ἀναβάλλεσθαι τὴν δόσιν, ἀλλὰ τῇ μελλήσει τὴν προσεδρείαν ἡμῖν σοφίζεται. Διὰ τοῦτο καὶ ὑπερτίθεται τὴν αἴτησιν, καὶ πειρασμὸν συγχωρεῖ πολλάκις ἐπελθεῖν, ἵνα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ καταφυγόντες μένωμεν. Οὕτω καὶ πατέρες φιλόστοργοι ποιοῦσι, καὶ μητέρες φιλόπαιδες· ἐπειδὰν ἴδωσι τὰ παιδία τὴν πρὸς αὐτοὺς συνουσίαν ἀφέντα καὶ μετὰ τῶν ὁμηλίκων παίζοντα, πολλὰ τοὺς οἰκέτας ὑποκρίνασθαι παρασκευάζουσι φοβερὰ, ὥστε ὑπὸ τοῦ δέους καταναγκασθῆναι πρὸς τὸν μητρικὸν κόλπον καταφυγεῖν Οὕτω καὶ ὁ Θεὸς ἀνατείνεται πολλάκις ἀπειλὴν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ' ἵνα πρὸς αὑτὸν ἐφελκύσηται. Ὅταν γοῦν ἐπανέλθωμεν πρὸς αὐτὸν, λύει τὸν φόβον εὐθέως· ὡς εἴγε ὅμοιοι ἦμεν ἐν πειρασμοῖς καὶ ἐν ἀνέσει, οὐδ' ἂν ἐδέησε πειρασμῶν. Καὶ τί λέγω περὶ ἡμῶν; Καὶ γὰρ τοῖς ἁγίοις ἐκείνοις πολὺς ἐντεῦθεν ὁ σωφρονισμὸς ἦν. Διὰ τοῦτο καὶ ὁ Προφήτης λέγει· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Καὶ αὐτὸς δὲ τοῖς Ἀποστόλοις ἔλεγεν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Καὶ ὁ Παῦλος τοῦτο αὐτὸ αἰνίττεται, ὅταν λέγῃ· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Διὸ καὶ δεηθεὶς ἀπαλλαγῆναι τοῦ πειρασμοῦ, οὐκ ἐπέτυχε, διὰ τὸ πολλὴν ἐξ αὐτοῦ τὴν ὠφέλειαν ἐγγίνεσθαι. Ἐὰν δὲ καὶ τοῦ Δαυῒδ τὸν βίον ἐπέλθωμεν ἅπαντα, εὑρήσομεν αὐτὸν ἐν τοῖς κινδύνοις λαμπρότερον ὄντα, καὶ αὐτὸν, καὶ τοὺς ἄλλους ἅπαντας τοὺς κατ' ἐκεῖνον. Καὶ γὰρ ὁ Ἰὼβ τότε μειζόνως ἔλαμψε, καὶ ὁ Ἰωσὴφ δὲ οὕτως ἐπὶ πλέον εὐδοκίμησε, καὶ ὁ Ἰακὼβ δὲ, καὶ ὁ τούτου πατὴρ, καὶ ὁ ἐκείνου, καὶ πάντες ὅσοι πώποτε λαμπροτέρους ἀνεδήσαντο στεφάνους, ἀπὸ θλίψεων καὶ πειρασμῶν καὶ ἐστεφανώθησαν, καὶ ἀνεκηρύχθησαν. Ἅπερ πάντα συνειδότες, κατὰ τὸν σοφὸν λόγον, Μὴ σπεύσωμεν ἐν καιρῷ ἐπαγωγῆς, ἀλλ' ἓν μόνον ἑαυτοὺς παιδεύσωμεν, τὸ φέρειν πάντα γενναίως, καὶ μηδὲν πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι τῶν γινομένων. Τὸ μὲν γὰρ εἰδέναι, πότε δεῖ λυθῆναι τὰς θλίψεις, τοῦ συγχωροῦντος αὐτὰς προσελθεῖν Θεοῦ· τὸ δὲ ἐπενεχθείσας μετὰ πάσης φέρειν εὐχαριστίας, τῆς ἡμῶν εὐγνωμοσύνης λοιπὸν ἔργον ἐστίν· ὅπερ ἐὰν γένηται, πάντα ἕψεται τὰ ἀγαθά. Ἵν' οὖν ταῦτα ἕπηται, καὶ δοκιμώτεροι μὲν ἐνταῦθα, λαμπρότεροι δὲ ἐκεῖσε γενώμεθα, πᾶν ὃ ἐὰν ἐπενεχθῇ δεχώμεθα, χάριν εἰδότες ὑπὲρ πάντων τῷ εἰδότι μᾶλλον ἡμῶν τὸ συμφέρον, καὶ τῶν γεγεννηκότων σφοδρότερον ἡμᾶς φιλοῦντι· καὶ τούτους ἀμφοτέρους τοὺς λογισμοὺς καθ' ἕκαστον τῶν δεινῶν ἑαυτοῖς ἐπᾴδοντες, καταστέλλωμεν τὴν ἀθυμίαν, καὶ δοξάζωμεν ἐν πᾶσι τὸν πάντα ὑπὲρ ἡμῶν ποιοῦντα καὶ πραγματευόμενον Θεόν. Οὕτω γὰρ καὶ τὰς ἐπιβουλὰς διακρουσόμεθα ῥᾳδίως, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.