Ancient Greek · ~15 min
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7.1
Not analysed yet
Διὰ τοῦτο καὶ τὸ ὄνομα ἐκ τῶν οὐρανῶν ἦλθε κομίζων ὁ ἄγγελος, καὶ ἐντεῦθεν δεικνὺς θαυμαστὸν ὄντα τὸν τόκον, τῷ τὸν Θεὸν εἶναι τὸν τὴν προσηγορίαν ἄνωθεν πέμποντα διὰ τοῦ ἀγγέλου τῷ Ἰωσήφ. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἦν, ἀλλὰ μυρίων ἀγαθῶν θησαυρός. Διὸ καὶ ἑρμηνεύει τοῦτο ὁ ἄγγελος, καὶ χρηστὰς ὑποτείνει ἐλπίδας, καὶ ταύτῃ πρὸς πίστιν αὐτὸν ἐπαγόμενος. Πρὸς γὰρ ταῦτα ἐπιῤῥεπέστερον εἰώθαμεν ἔχειν· διὸ καὶ μᾶλλον αὐτοῖς πιστεύειν φιλοῦμεν. Ἀπὸ πάντων τοίνυν κατασκευάσας τὴν πίστιν, ἀπὸ τῶν παρελθόντων, ἀπὸ τῶν μελλόντων, ἀπὸ τῶν ἐνεστώτων, ἀπὸ τῆς εἰς αὐτὸν τιμῆς, εἰσάγει καὶ τὸν προφήτην εὐκαίρως τούτοις ἅπασι ψηφιζόμενον. Πρὶν ἢ δὲ αὐτὸν εἰσαγαγεῖν, τὰ μέλλοντα τῇ οἰκουμένῃ δι' αὐτοῦ συμβήσεσθαι ἀγαθὰ προαναφωνεῖ. Τίνα δὲ ταῦτά ἐστιν; Ἁμαρτιῶν ἀπαλλαγὴ καὶ ἀναίρεσις. Αὐτὸς γὰρ σώσει, φησὶ, τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν Καὶ ἐνταῦθα τὸ παράδοξον ἐνδείκνυται. Οὐ γὰρ πολέμων αἰσθητῶν, οὐδὲ βαρβάρων, ἀλλ' ὃ πολλῷ τούτων μεῖζον ἦν, ἁμαρτημάτων ἀπαλλαγὴν εὐαγγελίζεται· ὃ μηδενί ποτε ἔμπροσθεν ἐγένετο δυνατόν. Καὶ τίνος ἕνεκεν, φησὶ, Τὸν λαὸν αὑτοῦ, εἶπε, καὶ οὐχὶ καὶ τὰ ἔθνη προσέθηκεν; Ἵνα μὴ πτοήσῃ τὸν ἀκροατὴν τέως. Τῷ γὰρ συνετῶς ἀκροωμένῳ καὶ τὰ ἔθνη ᾐνίξατο. Λαὸς γὰρ αὐτοῦ οὐχ οἱ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ πάντες οἱ προσιόντες καὶ δεχόμενοι τὴν παρ' αὐτοῦ γνῶσιν. Σκόπει δὲ πῶς αὐτοῦ καὶ τὸ ἀξίωμα ἡμῖν παρήνοιξε, λαὸν αὐτοῦ καλῶν τὸν δῆμον τὸν Ἰουδαϊκόν. Τοῦτο γὰρ οὐδὲν ἄλλο δεικνύντος ἐστὶν, ἢ ὅτι Θεοῦ Παῖς ὁ τικτόμενος, καὶ περὶ τοῦ τῶν ἄνω βασιλέως ὁ λόγος ἐστὶν αὐτῷ. Οὐδὲ γὰρ ἁμαρτήματα ἀφιέναι ἑτέρας ἐστὶ δυνάμεως, ἀλλ' ἢ τῆς οὐσίας μόνης ἐκείνης. Ἐπεὶ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς, πάντα ποιῶμεν, ὥστε μὴ τὴν εὐεργεσίαν καθυβρίσαι τὴν τοσαύτην. Εἰ γὰρ καὶ πρὸ τῆς τιμῆς ταύτης ἄξια κολάσεως τὰ γινόμενα ἦν, πολλῷ μᾶλλον μετὰ τὴν ἄφατον ταύτην εὐεργεσίαν. Καὶ ταῦτα οὐχ ἁπλῶς λέγω νῦν, ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ μετὰ τὸ βάπτισμα ῥᾳθυμότερον τῶν ἀμυήτων διατελοῦντας, καὶ οὐδὲν ἔχοντας ἴδιον γνώρισμα πολιτείας. Διά τοι τοῦτο οὐκ ἐν ἀγορᾷ, οὐκ ἐν ἐκκλησίᾳ δυνατὸν εἰδέναι ταχέως, τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ μὴ πιστὸς, πλὴν εἴ τις κατὰ τὸν καιρὸν ἐπισταίη τῶν μυστηρίων, καὶ ἴδοι τοὺς μὲν ἐκβαλλομένους, τοὺς δὲ ἔνδον μένοντας. Ἐχρῆν δὲ οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τοῦ τρόπου γνωρίζεσθαι. Τὰ μὲν γὰρ ἔξωθεν ἀξιώματα, εἰκότως ἀπὸ τῶν ἔξωθεν περικειμένων τεκμηρίων ἐστὶ κατάδηλα· τὰ δὲ ἡμέτερα ἀπὸ τῆς ψυχῆς εἶναι γνώριμα χρή. Τὸν γὰρ πιστὸν οὐκ ἀπὸ τῆς δωρεᾶς χρὴ φαίνεσθαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ζωῆς τῆς καινῆς. Τὸν πιστὸν, φωστῆρα δεῖ εἶναι τοῦ κόσμου καὶ ἅλας. Ὅταν δὲ μηδὲ σαυτῷ φαίνῃς, μηδὲ τὴν οἰκείαν σηπεδόνα ἐπισφίγγῃς, πόθεν σε εἰσόμεθα λοιπόν; ὅτι τῶν ναμάτων ἐπέβης τῶν ἱερῶν; Ἀλλὰ τοῦτό σοι κολάσεως ἐφόδιον γίνεται. Τιμῆς γὰρ μέγεθος τοῖς οὐκ ἀξίως τῆς τιμῆς ζῇν προαιρουμένοις προσθήκη τιμωρίας ἐστί. Τὸν γὰρ πιστὸν οὐκ ἀφ' ὧν ἔλαβε παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀφ' ὧν αὐτὸς εἰσήνεγκε λάμπειν δίκαιον, καὶ πανταχόθεν εἶναι γνώριμον, ἀπὸ τοῦ βαδίσματος, ἀπὸ τοῦ βλέμματος, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς φωνῆς. Ταῦτα δὲ εἶπον, οὐχ ἵνα πρὸς ἐπίδειξιν, ἀλλ' ἵνα πρὸς ὠφέλειαν τῶν ὁρώντων ἑαυτοὺς ῥυθμίσωμεν. Νῦν δὲ ὅθεν ἂν ζητήσω σε ἐπιγνῶναι, πανταχοῦ σε ἀπὸ τῶν ἐναντίων εὑρίσκω φαινόμενον. Ἄν τε γὰρ ἀπὸ τοῦ τόπου βουληθῶ σε καταμαθεῖν, ἐν ἱπποδρομίοις καὶ θεάτροις καὶ παρανομίαις ὁρῶ διημερεύοντα, ἐν πονηροῖς συλλόγοις τοῖς ἐν ἀγορᾷ, καὶ ἀνθρώπων συνουσίαις διεφθαρμένων· ἄν τε ἀπὸ τοῦ σχήματος τῆς ὄψεως, ἀνακαγχάζοντα βλέπω διηνεκῶς καὶ διαλελυμένον, καθάπερ σεσηρυῖαν ἑταιρίδα καὶ ἀπολελυμένην· ἄν τε ἀπὸ τῶν ἱματίων, τῶν ἐπὶ σκηνῆς οὐδὲν ἄμεινον διακείμενον ὁρῶ· ἄν τε ἀπὸ τῶν ἑπομένων, παρασίτους περιφέρεις καὶ κόλακας· ἄν τε ἀπὸ τῶν ῥημάτων, οὐδὲν ὑγιὲς, οὐδὲ ἀναγκαῖον, οὐδὲ συνέχον ἡμῶν τὴν ζωὴν ἀκούω φθεγγόμενον· ἄν τε ἀπὸ τῆς τραπέζης, μείζων ἐντεῦθεν ἡ κατηγορία φανεῖται.