Ancient Greek · ~17 min
Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7.1-4
Not analysed yet
Μὴ τοίνυν δυσχεράνητε, ὡς ἐπαχθῶν ὄντων τῶν λεγομένων. Τοῖς μὲν γὰρ ἄλλοις μωρανθεῖσι δυνατὸν ἐπανελθεῖν δι' ὑμῶν· ὑμεῖς δὲ, εἰ τοῦτο πάθοιτε, μεθ' ἑαυτῶν καὶ ἑτέρους προσαπολεῖτε. Ὥστε ὅσῳ μεγάλα ἐγχειρίζεσθε πράγματα, τοσούτῳ καὶ μείζονος δεῖσθε σπουδῆς. Διό φησιν· Ἂν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθῆναι ἔξω, καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ ἄλλοι μυριάκις πίπτοντες, δύνανται τυχεῖν συγγνώμης· ὁ δὲ διδάσκαλος, ἐὰν τοῦτο πάθῃ, πάσης ἀπεστέρηται ἀπολογίας, καὶ τὴν ἐσχάτην δώσει τιμωρίαν. Ἵνα γὰρ μὴ ἀκούοντες, Ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, δειλιάσωσιν εἰς μέσον προελθεῖν, λέγει, ὅτι Ἂν μὴ πρὸς ταῦτα ἦτε παρατεταγμένοι, εἰκῆ ἐξελέγητε. Οὐ γὰρ τὸ κακῶς ἀκούειν χρὴ δεδοικέναι, ἀλλὰ τὸ συνυποκρινομένους φαίνεσθαι· τότε γὰρ μωρανθήσεσθε καὶ καταπατηθήσεσθε. Ἐὰν δὲ μένητε αὐτοὺς ἐπιστύφοντες, εἶτα κακῶς ἀκούητε, χαίρετε. Τοῦτο γὰρ ἁλὸς ἔργον ἐστὶ, τὸ δάκνειν καὶ λυπεῖν τοὺς χαύνους. Ὥστε ἀναγκαίως ἡ κακηγορία ἕπεται, οὐδὲν ὑμᾶς βλάπτουσα, ἀλλὰ καὶ μαρτυροῦσα ὑμῶν τῇ στεῤῥότητι. Ἂν δὲ φοβηθέντες αὐτὴν, προδῶτε τὴν προσήκουσαν ὑμῖν σφοδρότητα, πολλῷ χαλεπώτερα πείσεσθε, καὶ κακῶς ἀκούοντες καὶ καταφρονούμενοι παρὰ πάντων. Τοῦτο γάρ ἐστι, καταπατεῖσθαι. Εἶτα ἐφ' ἕτερον ὑψηλότερον ἄγει παράδειγμα· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Πάλιν τοῦ κόσμου, οὐκ ἔθνους ἑνὸς, οὐδὲ εἴκοσι πόλεων, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης· καὶ φῶς, νοητὸν, καὶ τῆς ἀκτῖνος ταύτης πολὺ βέλτιον, ὥσπερ οὖν καὶ ἅλας πνευματικόν. Καὶ πρότερον ἅλας, καὶ τότε φῶς· ἵνα μάθῃς ἡλίκον τῶν κατεστυμμένων ῥημάτων τὸ κέρδος, καὶ τῆς σεμνῆς διδασκαλίας τὸ ὄφελος. Καὶ γὰρ σφίγγει, καὶ οὐκ ἀφίησι διαῤῥεῦσαι, καὶ διαβλέψαι ποιεῖ πρὸς ἀρετὴν χειραγωγοῦσα. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον. Πάλιν αὐτοὺς διὰ τούτων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κειμένους, καὶ ἐν μέσῳ τῷ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μὴ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· οὕτω γὰρ κατάδηλοι ἔσεσθε πᾶσιν, ὡσανεὶ πόλις ὑπὲρ κορυφῆς ὄρους κειμένη, ὡσανεὶ λύχνος ἐν οἰκίᾳ ὑπὲρ τῆς λυχνίας φαίνων. Ποῦ νῦν οἱ τῇ δυνάμει τοῦ Χριστοῦ διαπιστοῦντες; Ἀκουέτωσαν ταῦτα, καὶ τῆς προφητείας τὴν δύναμιν ἐκπλαγέντες, προσκυνείτωσαν αὐτοῦ τὴν ἰσχύν. Ἐννόησον γὰρ ἡλίκα ὑπέσχετο τοῖς οὐδὲ ἐν τῇ χώρᾳ γνωρίμοις οὖσι τῇ αὐτῶν· ὅτι γῆ καὶ θάλαττα αὐτοὺς εἴσεται, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἥξουσι τῇ φήμῃ· μᾶλλον δὲ οὐδὲ τῇ φήμῃ, ἀλλὰ καὶ τῇ τῆς εὐεργεσίας ἐνεργείᾳ. Οὐδὲ γὰρ ἡ φήμη φέρουσα πανταχοῦ δήλους αὐτοὺς ἐποίησεν, ἀλλὰ καὶ αὐτὴ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Καθάπερ γὰρ ὑπόπτεροι γενόμενοι, τῆς ἀκτῖνος σφοδρότερον τὴν γῆν ἐπέδραμον ἅπασαν, σπείροντες τῆς εὐσεβείας τὸ φῶς. Ἐνταῦθα δέ μοι αὐτοὺς καὶ πρὸς παῤῥησίαν ἀλείφειν δοκεῖ· τὸ μὲν γὰρ εἰπεῖν, Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, τὴν αὐτοῦ δύναμίν ἐστιν ἐμφαίνοντος· ὥσπερ γὰρ ἐκείνην κρυβῆναι ἀμήχανον, οὕτω τὸ κήρυγμα ἀδύνατον σιγηθῆναι καὶ λαθεῖν. Ἐπειδὴ γὰρ εἶπε διωγμοὺς καὶ κακηγορίας καὶ ἐπιβουλὰς καὶ πολέμους, ἵνα μὴ νομίσωσιν ὅτι ταῦτα αὐτοὺς ἐπιστομίσαι δυνήσεται, θαῤῥύνων αὐτούς φησιν, ὅτι οὐ μόνον οὐ λήσεται, ἀλλὰ καὶ καταλάμψει τὴν οἰκουμένην ἅπασαν· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἔσονται λαμπροὶ καὶ ἐπίσημοι. Τούτῳ μὲν οὖν τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται· τῷ δὲ ἑξῆς τὴν παῤῥησίαν ἀπαιτεῖ τὴν παρ' αὐτῶν, οὕτω λέγων· Οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐγὼ μὲν γὰρ ἧψα τὸ φῶς, φησί· τὸ δὲ μεῖναι καιόμενον, τῆς ὑμετέρας γενέσθω σπουδῆς· οὐ δι' ὑμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας τῆς αὐγῆς ἀπολαύειν ταύτης, καὶ πρὸς τὴν ἀλήθειαν χειραγωγεῖσθαι. Οὐ γὰρ δὴ δυνήσονται αἱ κακηγορίαι συσκιάσαι ὑμῶν τὴν λαμπηδόνα, ἐὰν ὑμεῖς ἦτε μετὰ ἀκριβείας βιοῦντες, καὶ οὕτως ὡς μέλλοντες ἅπασαν ἐπιστρέφειν τὴν οἰκουμένην. Ἄξιον τοίνυν τῆς χάριτος ἐπιδείξασθε βίον, ἵν' ὥσπερ ἐκείνη πανταχοῦ κηρύττεται, οὕτω καὶ αὕτη ἐκείνῃ συντρέχῃ. Εἶτα καὶ ἕτερον κέρδος τίθησι μετὰ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἱκανὸν αὐτοὺς ἐναγωνίους ποιῆσαι, καὶ εἰς πᾶσαν ἀγαγεῖν σπουδήν. Οὐ γὰρ δὴ τὴν οἰκουμένην διορθώσετε, φησὶ, μόνον, ὀρθῶς βιοῦντες, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάσετε· ὥσπερ οὖν τὰ ἐναντία ποιοῦντες, καὶ τοὺς ἀνθρώπους ἀπολεῖτε, καὶ τοῦ Θεοῦ τὸ ὄνομα βλασφημεῖσθαι ποιήσετε.