Ancient Greek
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 8-2
Not analysed yet
Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ὑπόκρισίς ἐστι τὰ γινόμενα· ἡ γὰρ ὑπόκρισις αὕτη πολλοὺς εἰργάσατο μοιχοὺς, καὶ πολλὰς ἀνέτρεψεν οἰκίας. Καὶ διὰ τοῦτο μάλιστα στένω, ὅτι οὐδὲ δοκεῖ πονηρὸν εἶναι τὸ γινόμενον, ἀλλὰ καὶ κρότοι καὶ κραυγὴ καὶ γέλως πολὺς, μοιχείας τολμωμένης τοσαύτης. Τί λέγεις; Ὑπόκρισις τὰ γινόμενα; Δι' αὐτὸ μὲν οὖν τοῦτο μυρίων ἂν εἶεν ἐκεῖνοι θανάτων ἄξιοι, ὅτι ἃ φεύγειν οἱ νόμοι κελεύουσιν ἅπαντες, ταῦτα μιμεῖσθαι ἐσπουδάκασιν ἐκεῖνοι. Εἰ γὰρ αὐτὸ κακὸν, καὶ ἡ μίμησις τούτου κακόν. Καὶ οὔπω λέγω, πόσους ἐργάζονται μοιχοὺς οἱ τὰ τοιαῦτα τῆς μοιχείας ὑποκρινόμενοι δράματα, πῶς ἰταμοὺς καὶ ἀναισχύντους κατασκευάζοντι τοὺς τῶν τοιούτων θεωρούς· οὐδὲν γὰρ πορνικώτερον καὶ ἰταμώτερον ὀφθαλμοῦ τοιαῦτα βλέπειν ἀνεχομένου. Σὺ δὲ ἐν ἀγορᾷ μὲν οὐκ ἂν ἕλοιο γυναῖκα γυμνουμένην ἰδεῖν, μᾶλλον δὲ οὐδὲ ἐν οἰκίᾳ, ἀλλὰ καὶ ὕβριν τὸ πρᾶγμα καλεῖς· ἐπὶ δὲ τὸ θέατρον ἀναβαίνεις, ἵνα τὸ κοινὸν τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν ἐνυβρίσῃς γένος, καὶ τοὺς σαυτοῦ αἰσχύνῃς ὀφθαλμούς; Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι πόρνη ἐστὶν ἡ γυμνουμένη, ἀλλ' ὅτι ἡ αὐτὴ φύσις καὶ σῶμα τὸ αὐτὸ καὶ τῆς πόρνης καὶ τῆς ἐλευθέρας. Εἰ γὰρ οὐδὲν ἄτοπον τοῦτο, τίνος ἕνεκεν ἐπ' ἀγορᾶς ἂν ἴδῃς τοῦτο γινόμενον, καὶ αὐτὸς ἀποπηδᾷς, καὶ τὴν ἀσχημονοῦσαν ἐλαύνεις; ἢ ὅταν μὲν διῃρημένοι ὦμεν, τότε ἄτοπον τὸ τοιοῦτον· ὅταν δὲ συνηγμένοι καὶ πάντες ὁμοῦ καθήμενοι, οὐκέτι ὁμοίως αἰσχρόν; Ἀλλὰ γέλως ταῦτα καὶ ὄνειδος, καὶ ἐσχάτης παραπληξίας ῥήματα· καὶ βέλτιον πηλῷ καὶ βορβόρῳ τὴν ὄψιν ἀναχρῶσαι πᾶσαν, ἢ τοιαύτην θεωρῆσαι παρανομίαν. Οὔτε γὰρ οὕτως ὀφθαλμῷ βλάβη βόρβορος, ὡς ἀκόλαστος ὄψις, καὶ γεγυμνωμένης γυναικὸς θεωρία. Ἄκουσον γοῦν τί τὴν γύμνωσιν ἐποίησεν ἐξ ἀρχῆς, καὶ φοβήθητι τῆς τοιαύτης ἀσχημοσύνης τὴν ὑπόθεσιν. Τί οὖν ἐποίησε τὴν γύμνωσιν; Ἡ παρακοὴ, καὶ ἡ τοῦ διαβόλου συμβουλή. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἐκείνου τοῦτο γέγονε τὸ ἐπιτήδευμα. Ἀλλ' ἐκεῖνοι μὲν κἂν ᾐσχύνοντο γυμνοὶ ὄντες· ὑμεῖς δὲ καὶ ἐγκαλλωπίζεσθε, κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο, Ἐν τῇ αἰσχύνῃ τὴν δόξαν ἔχοντες. Πῶς οὖν ὄψεταί σε λοιπὸν ἡ γυνὴ ἀπὸ τῆς τοιαύτης ἐπανελθόντα παρανομίας; πῶς δέξεται; πῶς προσερεῖ, οὕτως ἀτίμως τὸ κοινὸν τῆς γυναικείας παραδειγματίσαντα φύσεως, καὶ αἰχμάλωτον ὑπὸ τῆς τοιαύτης ὄψεως καὶ δοῦλον γεγενημένον τῆς πορνευθείσης γυναικός; Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, χάριν ὑμῖν ἔχω πολλήν· Τίς γάρ ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Μὴ δὴ παύσησθέ ποτε στένοντες ἐπὶ τούτοις καὶ δακνόμενοι· καὶ γὰρ προοίμιον ὑμῖν ἔσται τῆς ἐπὶ τὰ κρείττω μεταβολῆς ἡ ἐκ τῶν τοιούτων ὀδύνη. Διὰ τοῦτο κἀγὼ σφοδρότερον τὸν λόγον ἐποιησάμην, ἵνα βαθυτέραν δοὺς τὴν τομὴν, ἀπαλλάξω τῆς σηπεδόνος τῶν μεθυσκόντων ὑμᾶς· ἵνα πρὸς καθαρὰν ἐπαναγάγω ψυχῆς ὑγείαν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύοντας διὰ πάντων, καὶ τῶν κειμένων ἐπάθλων τοῖς κατορθώμασι τούτοις ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.