Ancient Greek · ~9 min
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 8-3
Not analysed yet
Ταύτης τοίνυν ἐπιμελώμεθα· πολὺς γὰρ αὐτῆς ὁ πλοῦτος, καὶ τὸ θαῦμα μέγα. Αὕτη τὴν ὄντως ἐλευθερίαν παρέχει, καὶ ἐν τῇ δουλείᾳ ταύτην θεωρεῖσθαι παρασκευάζει, οὐκ ἀπαλλάττουσα τῆς δουλείας, ἀλλὰ δούλους μένοντας ἐλευθέρων ἀποφαίνουσα σεμνοτέρους, ὃ τοῦ δοῦναι ἐλευθερίαν πολλῷ πλέον ἐστίν· οὐ ποιοῦσα πλούσιον τὸν πένητα, ἀλλὰ μένοντα πένητα τοῦ πλουσίου εὐπορώτερον ἀποφαίνουσα. Εἰ δὲ καὶ σημεῖα βούλει ποιεῖν, ἀπαλλάγηθι πλημμελημάτων, καὶ τὸ πᾶν ἤνυσας. Καὶ γὰρ μέγας δαίμων ἡ ἁμαρτία, ἀγαπητέ· κἂν ταύτην ἐξέλῃς, τῶν μυρίους δαίμονας ἐλαυνόντων μεῖζον εἰργάσω. Ἄκουσον Παύλου λέγοντος, καὶ τὴν ἀρετὴν τῶν θαυμάτων προτιθέντος· Ζηλοῦτε δὲ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· καὶ μέλλων λέγειν τὴν ὁδὸν ταύτην, οὐ νεκρῶν εἶπεν ἔγερσιν, οὐ κάθαρσιν λεπρῶν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ἀντὶ πάντων τούτων τὴν ἀγάπην τέθεικεν. Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ τούτου πάλιν· Ἐροῦσί μοι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐκ οἶδα ὑμᾶς. Καὶ ὅτε ἔμελλε σταυροῦσθαι, καλέσας τοὺς μαθητὰς ἔλεγεν αὐτοῖς· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, οὐκ ἐὰν δαιμόνια ἐκβάλλητε, ἀλλ' ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, οὐχὶ ἐὰν νεκροὺς ἐγείρωσιν οὗτοι, ἀλλ' ἐὰν ὦσιν ἕν. Τὰ μὲν γὰρ σημεῖα πολλάκις ἕτερον μὲν ὠφέλησε, τὸν δὲ ἔχοντα παρέβλαψεν, εἰς ἀπόνοιαν ἐπάραντα καὶ κενοδοξίαν, ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· ἐπὶ δὲ τῶν ἔργων οὐδὲν τοιοῦτον ὑποπτεῦσαι ἔνι, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὰ, καὶ ἑτέρους πολλοὺς ὠφελεῖ. Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργασώμεθα. Ἂν γὰρ ἐξ ἀπανθρωπίας εἰς ἐλεημοσύνην μεταβάλῃς, ξηρὰν τὴν χεῖρα οὖσαν ἐξέτεινας. Ἂν θεάτρων ἀποστὰς ἐπὶ τὴν ἐκκλησίαν ἴῃς, χωλεύοντα τὸν πόδα διώρθωσας. Ἂν ἀποστήσῃς τοὺς ὀφθαλμούς σου ἀπὸ πόρνης καὶ κάλλους ἀλλοτρίου, τυφλοὺς ὄντας ἀνέῳξας. Ἐὰν ἀντὶ σατανικῶν ᾠδῶν μάθῃς ψαλμοὺς πνευματικοὺς, κωφὸς ὢν ἐλάλησας. Ταῦτα τὰ θαύματα μέγιστα· ταῦτα τὰ σημεῖα παράδοξα. Ἂν ταῦτα τὰ σημεῖα ποιοῦντες διατελῶμεν, καὶ αὐτοὶ μεγάλοι τινὲς καὶ θαυμαστοὶ διὰ τούτων ἐσόμεθα, καὶ τοὺς πονηροὺς ἐπισπασόμεθα ἅπαντας εἰς ἀρετὴν, καὶ τῆς μελλούσης ἀπολαυσόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.