Ancient Greek · ~16 min
Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 8.1-2
Not analysed yet
Ἀλλὰ δέομαι πάλιν καὶ παρακαλῶ, κἂν τῶν παίδων τῶν μικρῶν μιμήσασθε τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἐκεῖνοι πρῶτον μὲν τὸν τύπον μανθάνουσι τῶν στοιχείων· ἔπειτα διεστραμμένα αὐτὰ διαγινώσκειν μελετῶσι· καὶ τότε καὶ ἐπὶ τῆς ἀναγνώσεως ὁδῷ βαδίζουσι τῇ ἐξ ἐκείνων. Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν· διελόμενοι τὴν ἀρετὴν, μανθάνωμεν πρότερον τὸ μὴ ὀμνύναι, μηδὲ ἐπιορκεῖν, μηδὲ κακηγορεῖν· εἶτα, ἐπ' ἄλλον στίχον ἐλθόντες, τὸ μὴ βασκαίνειν, μηδὲ σωμάτων ἐρᾷν, μὴ γαστρίζεσθαι, μὴ μεθύσκεσθαι, μὴ ὠμοὶ, μὴ νωθεῖς· ἵνα ἀπὸ τούτων πάλιν εἰς τὰ πνευματικὰ μεταβάντες, μελετῶμεν ἐγκράτειαν καὶ γαστρὸς ὑπεροψίαν, σωφροσύνην, δικαιοσύνην, τὸ δόξης εἶναι κρείττους, καὶ ἐπιεικεῖς, καὶ τῇ διανοίᾳ συντετριμμένους, καὶ συνάπτωμεν ταῦτα ἀλλήλοις, καὶ ἐγγράφωμεν ἡμῶν τῇ ψυχῇ. Καὶ ταῦτα ἐπὶ τῆς οἰκίας, ἐπὶ τῶν φίλων, ἐπὶ τῆς γυναικὸς, ἐπὶ τῶν παίδων γυμνάζωμεν ἅπαντα. Καὶ τέως ἀπὸ τῶν πρώτων ἀρχώμεθα τῶν εὐκολωτέρων· οἷον, ἀπὸ τοῦ μὴ ὀμνύναι· καὶ τοῦτο συνεχῶς μελετῶμεν τὸ στοιχεῖον ἐπὶ τῆς οἰκίας. Καὶ γὰρ πολλοὶ οἱ ἐμποδίζοντες οἴκοι τῇ μελέτῃ ταύτῃ· καὶ γὰρ οἰκέτης παροξύνει, καὶ γυνὴ λυποῦσα εἰς ὀργὴν ἐμβάλλει, καὶ παιδίον ἀμαθαῖνον καὶ ἀτακτοῦν εἰς ἀπειλὴν καὶ ὅρκον ἐξάγει. Ἂν τοίνυν ἐπὶ τῆς οἰκίας συνεχῶς ὑπὸ τούτων παρακνιζόμενος κατορθώσῃς τὸ μὴ παρασύρεσθαι εἰς ὅρκους, εὐκόλως καὶ ἐπὶ τῆς ἀγορᾶς δυνήσῃ μεῖναι ἀνάλωτος. Ἀλλὰ μὴν καὶ τὸ μὴ ὑβρίζειν κατορθώσεις, μήτε τὴν γυναῖκα ὑβρίζων, μήτε τὸν οἰκέτην, μήτε τῶν ἐπὶ τῆς οἰκίας ἕτερόν τινα. Καὶ γὰρ γυνὴ πολλάκις ἐπαινοῦσα τὸν δεῖνα, καὶ ταλανίζουσα ἑαυτὴν, ἐξάπτει εἰς τὸ κακῶς ἐκεῖνον εἰπεῖν. Ἀλλὰ σὺ μὴ ἀναγκασθῇς κατηγορῆσαι τὸν ἐπαινούμενον, ἀλλὰ φέρε πάντα γενναίως· κἂν τοὺς οἰκέτας ἑτέρους ἐπαινοῦντας δεσπότας ἴδῃς, μὴ ταραχθῇς, ἀλλὰ στῆθι γενναίως, Ἀγὼν ἔστω καὶ παλαίστρα ἀρετῆς ἡ οἰκία, ἵνα ἐκεῖ καλῶς γυμνασάμενος, μετὰ πολλῆς τῆς ἐπιστήμης τοῖς ἐν ἀγορᾷ προσβάλλῃς. Τοῦτο καὶ ἐπὶ τῆς κενοδοξίας ποίει. Ἂν γὰρ μελετήσῃς μὴ κενοδοξεῖν ἐπὶ τῆς γυναικὸς καὶ τῶν οἰκετῶν, ἐπ' οὐδενὸς λοιπὸν ἑτέρου ῥᾳδίως ἁλώσῃ τούτῳ τῷ πάθει. Πανταχοῦ μὲν γὰρ τὸ νόσημα τοῦτο χαλεπὸν καὶ τυραννικὸν, μάλιστα δὲ ὅταν γυνὴ παρῇ. Ἂν τοίνυν ἐκεῖ καταλύσωμεν αὐτοῦ τὴν ἰσχὺν, ῥᾳδίως αὐτοῦ καὶ ἐν τοῖς ἄλλοις περιεσόμεθα. Καὶ ἐπὶ τῶν ἄλλων δὲ παθῶν τὸ αὐτὸ τοῦτο ποιῶμεν, ἐπὶ τῆς οἰκίας γυμναζόμενοι κατ' αὐτῶν, καὶ καθ' ἑκάστην ἀλειφόμενοι τὴν ἡμέραν. Καὶ ἵνα εὐκολωτέρα ἡμῖν ἡ γυμνασία γένηται, καὶ ἐπιτίμιον καθ' ἑαυτῶν ἐκφέρωμεν, ὅταν τι τῶν προκειμένων παραβῶμεν. Ἔστω δὲ καὶ τὸ ἐπιτίμιον πάλιν μὴ ζημίαν, ἀλλὰ μισθὸν ἔχον, καὶ κέρδος προξενοῦν μέγιστον· τοῦτο δέ ἐστιν, ἂν νηστείαις ἐπιτεταμέναις ἑαυτοὺς καταδικάζωμεν, καὶ χαμευνίαις, καὶ ἑτέρᾳ τοιαύτῃ σκληραγωγίᾳ. Οὕτω γὰρ πάντοθεν ἡμῖν πολλὰ ἥξει τὰ κέρδη, καὶ ἐνταῦθα τὸν ἡδὺν τῆς ἀρετῆς βιωσόμεθα βίον, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, καὶ τοῦ Θεοῦ διηνεκῶς ἐσόμεθα φίλοι. Ἀλλ' ὅπως ἂν μὴ τὰ αὐτὰ γένηται πάλιν, καὶ θαυμάσαντες ἐνταῦθα τὰ εἰρημένα, ἀπελθόντες, ἁπλῶς καὶ ὡς ἔτυχε τὴν δέλτον τῆς διανοίας ὑμῶν ῥίψαντες, παράσχητε τῷ διαβόλῳ ταῦτα ἐξαλεῖψαι, ἀναχωρήσας οἴκαδε ἕκαστος, καλείτω τὴν γυναῖκα τὴν ἑαυτοῦ, καὶ ἀπαγγελλέτω ταῦτα, καὶ λαμβανέτω βοηθὸν, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας εἰς τὴν καλὴν ταύτην εἰσίτω παλαίστραν, ἐλαίῳ τῇ τοῦ Πνεύματος χρώμενος χορηγίᾳ. Κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις καταπέσῃς γυμναζόμενος, μὴ ἀπογνῷς, ἀλλὰ στῆθι πάλιν καὶ πάλαισον· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν λαμπρὸν ἀναδήσῃ κατὰ τοῦ διαβόλου τὸν στέφανον, καὶ ἐν ἀσύλῳ θησαυρῷ λοιπὸν τῆς ἀρετῆς ἀποθῇ τὴν κτῆσιν. Ἂν γὰρ ἐν συνηθείᾳ τῆς καλῆς ταύτης σαυτὸν καταστήσῃς φιλοσοφίας, οὐδὲ ῥᾳθυμῶν λοιπὸν δυνήσῃ παραβῆναί τι τῶν ἐπιτεταγμένων, τῆς συνηθείας τὴν τῆς φύσεως μιμουμένης στεῤῥότητα. Ὥσπερ γὰρ τὸ καθεύδειν εὔκολον, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ ἀναπνεῖν· οὕτως ἔσται καὶ τὰ τῆς ἀρετῆς ἡμῖν ῥᾴδια, καὶ τὴν εἰλικρινῆ καρπωσόμεθα ἡδονὴν, ἐν ἀκυμάντῳ λιμένι καθήμενοι, καὶ γαλήνης διηνεκοῦς ἀπολαύοντες, καὶ μετὰ πολλοῦ τοῦ φόρτου τὸ πλοῖον εἰς ἐκείνην ὁρμίζοντες τὴν πόλιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ τῶν ἀκηράτων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.