# In Matthaeum (homiliae 1-90) 8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΤΗΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/8

Σὺ δὲ τὰ μὲν τοῦ βίου πράγματα μετὰ ἀκριβείας οἶδας, καὶ τὰ νέα καὶ τὰ ἀρχαῖα καὶ τὰ παλαιὰ, καὶ ἄρχοντας ἀριθμεῖν δύνασαι, οἷς ἐστρατεύσω τὸν ἔμπροσθεν χρόνον, καὶ ἀγωνοθέτην, καὶ ἀθλοφόρους, καὶ στρατηγοὺς, τὰ μηδέν σοι διαφέροντα· τίς δὲ ἄρχων ἐν τῇ πόλει ταύτῃ γέγονεν, ἢ πρῶτος, ἢ δεύτερος, ἢ τρίτος, ἢ πόσον ἕκαστος χρόνον, ἢ τί κατορθώσας καὶ ἐργασάμενος, οὐδὲ ὄναρ ἐφαντάσθης ποτέ. Νόμων δὲ τῶν ἐν τῇ πόλει ταύτῃ κειμένων, οὐδὲ ἑτέρων λεγόντων ἀκοῦσαι καὶ προσέχειν ὑπομένεις. Πῶς οὖν, εἰπέ μοι, προσδοκᾷς τεύξασθαι τῶν ἐπηγγελμένων ἀγαθῶν, μηδὲ τοῖς λεγομένοις προσέχων; Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν τοῦτο ποιῶμεν. Καὶ γὰρ εἰς πόλιν μέλλομεν εἰσιέναι, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, χρυσῆν, καὶ χρυσοῦ παντὸς τιμιωτέραν. Καταμάθωμεν οὖν αὐτῆς τὰ θεμέλια, τὰς πύλας τὰς ἀπὸ σαπφείρου καὶ μαργαριτῶν συγκειμένας· καὶ γὰρ ἔχομεν ἄριστον χειραγωγὸν τὸν Ματθαῖον. Διὰ γὰρ τῆς αὐτοῦ πύλης εἴσιμεν νῦν, καὶ δεῖ πολλῆς ἡμῖν τῆς σπουδῆς. Ἂν γὰρ ἴδῃ τινὰ μὴ προσέχοντα, ἐκβάλλει τῆς πόλεως. Καὶ γάρ ἐστι βασιλικωτάτη ἡ πόλις καὶ περιφανής· οὐχ ὥσπερ αἱ παρ' ἡμῖν, εἰς ἀγορὰν καὶ βασίλεια διῃρημένη· ἀλλὰ πάντα βασίλεια τὰ ἐκεῖ. Ἀναπετάσωμεν τοίνυν τὰς πύλας τῆς διανοίας, ἀναπετάσωμεν τὴν ἀκοὴν, καὶ μετὰ φρίκης πολλῆς μέλλοντες ἐπιβαίνειν τῶν προθύρων, προσκυνήσωμεν τὸν ἐν αὐτῇ βασιλέα· καὶ γὰρ εὐθέως ἡ πρώτη προσβολὴ καταπλῆξαι δύναται τὸν θεατήν. Κεκλεισμέναι μὲν νῦν εἰσιν ἡμῖν αἱ πύλαι· ὅταν δὲ ἴδωμεν αὐτὰς ἀναπετασθείσας (τοῦτο γάρ ἐστιν ἡ τῶν ζητημάτων λύσις), τότε ὀψόμεθα πολλὴν ἔνδον τὴν ἀστραπήν. Καὶ γὰρ τοῖς τοῦ πνεύματος ὁδηγούμενος ὀφθαλμοῖς, πάντα σοι ἐπαγγέλλεται δεικνῦναι ὁ τελώνης οὗτος· ποῦ μὲν ὁ βασιλεὺς κάθηται· καὶ τίνες αὐτῷ τῶν στρατευμάτων παρεστήκασι· καὶ ποῦ μὲν ἄγγελοι, ποῦ δὲ ἀρχάγγελοι· καὶ τίς τοῖς νέοις πολίταις ἐν τῇ πόλει ταύτῃ τόπος ἀφώρισται, καὶ ποία ἡ ἐκεῖ φέρουσα ὁδός· καὶ τίνα ἔλαβον λῆξιν οἱ πρῶτον πολιτευσάμενοι ἐκεῖ, καὶ οἱ μετ' ἐκείνους, καὶ οἱ μετὰ τούτους· καὶ ὅσα τῶν δήμων ἐκείνων τὰ τάγματα, καὶ ὅσα τῆς βουλῆς, καὶ πόσαι ἀξιωμάτων διαφοραί. Μὴ τοίνυν μετὰ θορύβου καὶ ταραχῆς εἰσίωμεν, ἀλλὰ μετὰ σιγῆς μυστικῆς. Εἰ γὰρ ἐπὶ θεάτρου σιγῆς πολλῆς γενομένης, τότε τὰ τοῦ βασιλέως ἀναγινώσκεται γράμματα, πολλῷ μᾶλλον ἐπὶ τῆς πόλεως ταύτης ἅπαντας δεῖ κατεστάλθαι, καὶ ὀρθαῖς ταῖς ψυχαῖς καὶ ταῖς ἀκοαῖς ἑστάναι. Οὐ γὰρ ἐπιγείου τινὸς, ἀλλὰ τοῦ τῶν ἀγγέλων Δεσπότου τὰ γράμματα ἀναγινώσκεσθαι μέλλει. Ἂν οὕτως ἑαυτοὺς ῥυθμίσωμεν, καὶ αὐτὴ τοῦ Πνεύματος ἡ χάρις ὁδηγήσει μετὰ πολλῆς ἀκριβείας ἡμᾶς, καὶ πρὸς αὐτὸν ἥξομεν τὸν θρόνον τὸν βασιλικὸν, καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
