Ancient Greek
Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 9.1-2
Not analysed yet
Μὴ τοίνυν ἄλγει, μηδὲ κατάπιπτε· ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῖς μὲν ὀσμὴ θανάτου ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς. Ἂν γὰρ σὺ μηδεμίαν παράσχῃς λαβὴν, πάντων ἀπήλλαξαι τῶν ἐγκλημάτων· μᾶλλον δὲ καὶ μακαριώτερος γέγονας. Λάμπε τοίνυν κατὰ τὸν βίον, καὶ τῶν κακηγορούντων μηδένα ποιοῦ λόγον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἀρετῆς ἐπιμελόμενον μὴ πολλοὺς ἔχειν ἐχθρούς. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸν ἐνάρετον· διὰ γὰρ τῶν τοιούτων λαμπρότερος ἔσται μειζόνως. Ταῦτ' οὖν ἐννοοῦντες, ἓν μόνον σκοπῶμεν, μετὰ ἀκριβείας τὸν ἑαυτῶν οἰκονομεῖν βίον· οὕτω γὰρ καὶ πρὸς τὴν ἐκεῖ χειραγωγήσομεν ζωὴν τοὺς ἐν σκότῳ καθημένους. Τοιαύτη γὰρ τοῦ φωτὸς τούτου ἡ δύναμις, ὡς μὴ ἐνταῦθα μόνον λάμπειν, ἀλλὰ καὶ ἐκεῖ ἐφοδηγεῖν τοὺς ἑπομένους. Ὅταν γὰρ ἴδωσι πάντων τῶν παρόντων καταφρονοῦντας, καὶ πρὸς τὸ μέλλον παρασκευαζομένους, πρὸ λόγου παντὸς τοῖς ἔργοις ἡμῶν πεισθήσονται. Τίς γὰρ οὕτως ἀνόητος, ὡς ὁρῶν τὸν χθὲς καὶ πρώην τρυφῶντα καὶ πλουτοῦντα, πάντα ἀποδυόμενον, καὶ πτερούμενον, καὶ πρὸς λιμὸν καὶ πενίαν, καὶ πρὸς σκληραγωγίαν ἅπασαν, καὶ πρὸς κινδύνους, καὶ πρὸς αἷμα, καὶ πρὸς σφαγὴν, καὶ πρὸς πάντα τὰ δοκοῦντα εἶναι δεινὰ παρατεταγμένον, μὴ σαφῆ λαβεῖν τῶν μελλόντων ἐντεῦθεν ἀπόδειξιν; Ἂν δὲ τοῖς παροῦσιν ἑαυτοὺς ἐμπλέκωμεν, καὶ ἐνδοτέρω ὠθῶμεν, πῶς δυνήσονται πεισθῆναι, ὅτι πρὸς ἀποδημίαν ἐπειγόμεθα ἑτέραν; Τίς δὲ ἡμῖν ἔσται ἀπολογία λοιπὸν, ὅταν ὅσον ἴσχυσεν ἡ ἀνθρωπίνη δόξα παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, μὴ ἰσχύῃ παρ' ἡμῖν ὁ τοῦ Θεοῦ φόβος; Καὶ γὰρ ἐκείνων τινὲς καὶ χρήματα ἀπεδύσαντο, καὶ θανάτου κατεφρόνησαν, ἵνα ἀνθρώποις ἐπιδείξωνται· διὸ καὶ κεναὶ γεγόνασιν αὐτῶν αἱ ἐλπίδες. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται λόγος, ὅταν τοσούτων προκειμένων, καὶ τοσαύτης φιλοσοφίας ἡμῖν ἀνοιχθείσης, μηδὲ τὰ αὐτὰ δυνηθῶμεν ἐκείνοις, ἀλλὰ καὶ ἑαυτοὺς καὶ ἑτέρους προσαπόλλυμεν; Οὐδὲ γὰρ οὕτω βλάπτει Ἕλλην παράνομα πράσσων, ὡς Χριστιανὸς ταῦτα ποιῶν· καὶ μάλα εἰκότως. Ἐκείνων μὲν γὰρ διεφθαρμένη ἡ δόξα· ἡ δὲ ἡμετέρα διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ παρὰ τοῖς ἀσεβέσι σεμνὴ καὶ περιφανής. Διὸ ὅταν μάλιστα ἡμῖν ὀνειδίσαι βούλωνται, καὶ τὴν κατηγορίαν αὐξῆσαι, τοῦτο ἐπιλέγουσιν, οἷον, Ὁ Χριστιανός· οὐκ ἂν εἰπόντες, εἰ μὴ μεγάλην περὶ τοῦ δόγματος ἔσχον ὑπόνοιαν Οὐκ ἤκουσας πόσα ὁ Χριστὸς ἐπέταξε καὶ ἡλίκα; Πότε οὖν δυνήσῃ μίαν ἐκείνων ἀνύσαι τῶν ἐντολῶν, ὅταν πάντα ἀφεὶς περιέρχῃ τόκους συλλέγων, δανείσματα ῥάπτων, πραγματείας συντιθεὶς, ἀγέλας ἀνδραπόδων ὠνούμενος, ἀργυρᾶ σκεύη κατασκευάζων, ἀγροὺς καὶ οἰκίας καὶ ἔπιπλα ἀγοράζων μυρία; Καὶ εἴθε τοῦτο μόνον. Ὅταν δὲ ταῖς ἀκαίροις ταύταις σπουδαῖς καὶ ἀδικίαν προστιθῇς, γῆν ἀποτεμνόμενος, οἰκίας ἀποσπῶν, πενίαν ἐπιτρίβων, λιμὸν αὔξων, πότε δυνήσῃ τῶν προθύρων ἐπιβῆναι τούτων; Ἀλλ' ἔστιν ὅτε καὶ πένητας ἐλεεῖς. Οἶδα κἀγώ· ἀλλὰ καὶ ἐκεῖ πολλὴ πάλιν ἡ λύμη. Ἢ γὰρ μετὰ τύφου, ἢ μετὰ κενοδοξίας τοῦτο ποιεῖς, ἵνα μηδὲ ἐν τοῖς ἀγαθοῖς κερδάνῃς· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον, ὅταν καὶ ἐν τῷ λιμένι ναυαγῇς; Ἵν' οὖν μὴ τοῦτο γένηται, ποιήσας τι καλὸν, μὴ ζήτει παρ' ἐμοῦ τὴν χάριν, ἵνα τὸν Θεὸν ἔχῃς ὀφειλέτην. Δανείζετε γὰρ, φησὶ, παρ' ὧν μὴ προσδοκᾶτε λήψεσθαι. Ἔχεις χρεώστην· τί ἐκεῖνον ἀφεὶς, ἐμὲ ἀπαιτεῖς, ἄνθρωπον πένητα καὶ ταλαίπωρον; Μὴ γὰρ ἀγανακτεῖ ὁ χρεώστης ἀπαιτούμενος; μὴ γὰρ πένης ἐστί; μὴ γὰρ οὐ βούλεται καταθεῖναι; Οὐχ ὁρᾷς αὐτοῦ τοὺς ἀφάτους θησαυρούς; οὐχ ὁρᾷς τὴν ἀνεκδιήγητον φιλοτιμίαν; Αὐτὸν τοίνυν κάτασχε καὶ ἀπαίτησον· οὕτω γὰρ ἀπαιτούμενος χαίρει. Ὅτι ἂν ἕτερον ἀπαιτούμενον ἴδῃ ἀνθ' ὧν αὐτὸς ὀφείλει, ὡς ὑβρισθεὶς οὕτω διακείσεται· καὶ οὐκέτι σοι ἀποδίδωσιν, ἀλλὰ καὶ ἐγκαλεῖ δικαίως. Ποίαν γάρ μου ἀγνωμοσύνην κατέγνως; φησί· ποίαν μοι πενίαν σύνοιδας, ὅτι παραδραμὼν ἐμὲ ἐφ' ἑτέρους ἔρχῃ; Ἄλλῳ ἐδάνεισας, καὶ ἄλλον ἀπαιτεῖς; Εἰ γὰρ καὶ ἄνθρωπος ὑπεδέξατο, ἀλλ' ὁ Θεὸς ἐκέλευσε καταβαλεῖν· καὶ αὐτὸς καὶ πρωτότυπος ὀφειλέτης καὶ ἐγγυητὴς εἶναι βούλεται, μυρίας σοι παρέχων ἀφορμὰς τοῦ πάντοθεν αὐτὸν ἀπαιτεῖν. Μὴ δὴ οὖν τοσαύτην εὐκολίαν καὶ εὐπορίαν ἀφεὶς, παρ' ἐμοῦ ζήτει λαβεῖν τοῦ μηδὲν ἔχοντος. Τίνος γὰρ ἕνεκεν ἐμοὶ ἐπιδείκνυσαι ἐλεῶν πένητα; Μὴ γὰρ ἐγώ σοι εἶπον, Δός; μὴ γὰρ παρ' ἐμοῦ ἤκουσας, ἵνα καὶ παρ' ἐμοῦ ἀπαιτήσῃς; Αὐτὸς εἶπεν· Ὁ ἐλεῶν πένητα, δανείζει Θεῷ. Θεῷ ἐδάνεισας· αὐτῷ περίθες. Ἀλλ' οὐκ ἀποδίδωσι τὸ πᾶν νῦν. Καὶ τοῦτο ὑπὲρ σοῦ ποιεῖ. Τοιοῦτος γάρ ἐστιν ὀφειλέτης· οὐχ ὡς πολλοὶ τὸ δανεισθὲν σπουδάζουσιν ἀποδοῦναι μόνον, ἀλλ' ὥστε καὶ τὸ δοθὲν ἐν ἀσφαλείᾳ καταθεῖναι, πάντα πραγματεύεται καὶ ποιεῖ. Διά τοι τοῦτο τὰ μὲν ἐνταῦθα καταβάλλει, τὰ δὲ ἐκεῖ ταμιεύεται.