Ancient Greek
Sect 21
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In natale domini et in sanctam Mariam genitricem [Sp.] 21
Not analysed yet
Εἰ μὲν ἠγνόεις τὸ πρᾶγμα, παράνομε Ἰουδαῖε, δικαίως καὶ ἐζήτεις τὸν τρόπον· οὐκ ἤκουσας πάλαι Ἠσαΐου ἐν προφήταις κράζοντος· «Ἀκούσατε δὴ, οἶκος Δαυίδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχει ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σήμειον· ἰδοῦ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.»