Ancient Greek
Sect 27
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In natale domini et in sanctam Mariam genitricem [Sp.] 27
Not analysed yet
Ἄγγελος δὲ Κυρίου κατ' ὄναρ φαίνεται λέγων αὐτῷ· «Ἰωσὴφ, υἱὸς Δαυὶδ, τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν πάλαι ὑπὸ τῶν προφητῶν προαναφωνηθεῖσαν ἀμνάδα; Τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν ἀσύλητον χώραν καὶ οὐράνιον ὑποδεξαμένην καρπόν; Τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν τὸ πῦρ τῆς θεότητος ἀμειώτως χωρήσασαν καὶ ξένην τοῦ ἐπὶ τοῦ Σινὰ Θεοῦ παρουσίαν ἐμφανίζουσαν;