# In nativitatem Joannis Baptistae [Sp.] 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In nativitatem Joannis Baptistae [Sp.], Sect 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-nativitatem-joannis-baptistae-sp/2

Ἰωάννης γὰρ ὁ μέγας τοῦ κυρίου πρόδρομος ἔτι δεδεμένος ὢν τοῖς σπαργάνοις τῆς φύσεως τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν καὶ σπεύδων κηρύξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοὺς βιάζεται τοὺς ὅρους τῆς φύσεως ἐξελθεῖν· ὡς βραδυτοκοῦσαν τὴν Ἐλισάβετ ἐσόβει, ἐσκίρτα χορεύων ὁμοῦ τε καὶ δυσχεραίνων ἐφ' οἷς ὑπὸ τῆς νηδύος κεκράτητο, τῆς περιόδου τῶν μηνῶν κατεβόα, ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσεν, ἐλάκτιζεν τὰ κλεῖθρα τῆς φύσεως, τὸν τοῦ τοκετοῦ ἐμέμφετο τρόπον καὶ μεμυκότων τῶν χειλέων ἐβόα τοῖς σχήμασιν μονονουχὶ τοιαῦτα πρὸς τὴν Ἐλισάβετ τῇ κινήσει φθεγγόμενος· «Ἀδικεῖς, ὦ μῆτερ, βραδύνουσα, προφήτην ἐν γαστρὶ περιφέρεις, τὴν τῆς οἰκουμένης χαρὰν συνέχεις, τὸν πρόδρομον τοῦ βασιλέως Χριστοῦ βαστάζεις, τὸν στρατιώτην τοῦ βασιλικοῦ κηρύγματος κατέχεις, τὸν μάρτυρα καὶ πάντων ἐν γεννητοῖς γυναικῶν μείζονα περισφίγγεις καὶ συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας. Ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὰ μέλλοντα, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατέλλει ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος καὶ χρεία φωνῆς· ἐγγὺς ὁ νυμφίος καὶ δίκαιόν ἐστιν ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ· αἵματος χρεία ἀγοράζοντος τὸν κόσμον καὶ χρή με πόρρωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Ἐσπαργάνωται τὸ ἀνθρώπινον γένος ταῖς ἁμαρτίαις· ἦλθεν ὁ λύων τοὺς πεπεδημένους. Λοιπὸν χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσιν ἅπαντες. Καὶ σὺ κατέχεις ἐν μήτρᾳ τὸν πρόδρομον; Οὐκ ἐννοεῖς, ὦ μῆτερ, τὸν Ἀδὰμ τοσούτους αἰῶνας ἐν τῷ ᾅδῃ κρατούμενον; Οὐ σκοπεῖς τῆς Εὔας τὸν στεναγμόν; Οὐ βλέπεις τοῦ κόσμου τὴν κατήφειαν, μᾶλλον δὲ ἀπώλειαν; Ἔτι κράζει τοῦ Ἄβελ τὸ αἷμα τὴν κατὰ τοῦ Κάϊν ἐντυχίαν ποιούμενον. Συνστενάζει τούτοις καὶ αὐτὰ τὰ στοιχεῖα· διὰ τοῦτο γὰρ πάντως καὶ ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν μήτρᾳ ἐν ἀγαλλιάσει ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται διάβολος ἐν κόσμῳ.» Τοιαῦτα οὖν μήπω τεχθεὶς πρὸς τὴν Ἐλισάβετ ὁ Ἰωάννης. Προελθὼν δὲ ἐξ αὐτῆς καὶ μείζονα δεξάμενος εἰκότως τὴν ἔκλαμψιν ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πλάσμασι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In nativitatem Joannis Baptistae [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg423.local001/.
