# In nativitatem Joannis Baptistae [Sp.] 4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In nativitatem Joannis Baptistae [Sp.], Sect 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-nativitatem-joannis-baptistae-sp/4

Τί οὖν λέγεις, ὦ Ἰουδαῖε, τί δοκεῖς νηπιάζειν τὴν φρένα, τῇ τῆς πονηρίας πολιᾷ καλυπτόμενος; Τί μάτην τοῖς προφήταις τοῖς σοῖς, μᾶλλον δὲ τοῖς ἐμοῖς, ἀναγινώσκεις; Σὺ μὲν γὰρ κατέχεις τὰ γράμματα, ἐγὼ δὲ τὰ πράγματα· σὺ τὴν διαθήκην, ἐγὼ τὴν κληρονομίαν· σὺ ἐν νόμῳ καυχᾶσαι, ἐγὼ δὲ ἐν τῇ χάριτι μεγαλύνομαι. Τί τοίνυν μάχῃ τοῖς προφήταις; Τί τὰς θεολήπτους καὶ ἀψευδεῖς αὐτῶν ἀποφεύγεις προρρήσεις; Ἆρα πρὸ πόσων γενεῶν ἀνεγίνωσκες τὰ νῦν ἀπαντήσαντα; Οὐκ ᾔδεις ὅτι παραγίνεται ἐν ἀνθρώποις ὁ θεὸς λόγος; Πῶς οὖν ἔλεγεν ὁ προφήτης Ἱερεμίας· «Οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἀλλὰ περὶ τῆς παρθένου ἀπιστεῖς, ὦ Ἰουδαῖε, ὅτι ἔτεκεν; Πῶς οὖν ἀνεγίνωσκες τὸν προφήτην Ἡσαΐαν βοῶντα· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός.» Ἀλλ' ὅτι μετὰ τὸν τόκον ἔμεινε παρθένος, καὶ τοῦτο προεδιδάχθης παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου· «Ἤγαγέν με, φησίν, ὁ ἄγγελος καὶ ἔστησέν με ἐπὶ τὴν πύλην τῆς ἀνατολῆς καὶ εἶπέν μοι· Υἱὲ ἀνθρώπου, τί σὺ ὁρᾷς; Καὶ εἶπον· Ὁρῶ ἐγὼ πύλην κεκλεισμένην. Καὶ εἶπέν μοι· Αὕτη ἡ πύλη, οὐδεὶς οὐ μὴ εἰσελεύσεται δι' αὐτῆς οὐδὲ μὴ ἐξελεύσεται, εἰ μὴ κύριος σαβαὼθ μόνος· αὐτὸς εἰσελεύσεται καὶ ἐξελεύσεται· καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ἀλλ' ὅτι ὁ τῆς πάσης κτίσεως δεσπότης ἐν εὐτελεῖ χωρίῳ ἐγεννήθη τῆς Βηθλεέμ, καὶ τοῦτο προεμάνθανες παρὰ τοῦ προφήτου Μιχαίου λέγοντος· «Καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.» Ἀλλ' ὅτι Ἡρῴδης φονεύει τὰ νήπια διὰ Χριστὸν τὸν ἀκατάληπτον, οὐδὲ τοῦτο παρεσιωπήθη, ἀλλὰ γέγραπται οὕτως· «Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος πολὺς καὶ ὀδυρμός· Ῥαχιὴλ κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.» Ταῦτα τοίνυν προεμάνθανες, ὦ Ἰουδαῖε, διὰ προφητῶν ἵνα εὐτρεπισθῇς πρὸς ἀπαντὴν αὐτοῦ, οὐχ ἵνα σταυρὸν ἑτοιμάσῃς. Ἀλλ' ἐκείνους μὲν πρὸς τὸ παρὸν καταλείψαντες ἐπὶ τὴν προτέραν ὁρμὴν τὸν λόγον ἀγάγωμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In nativitatem Joannis Baptistae [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg423.local001/.
