# In parabolam de ficu [Sp.] (fort. auctore quodam Cappadoce) 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In parabolam de ficu [Sp.] (fort. auctore quodam Cappadoce), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-parabolam-de-ficu-sp-fort-auctore-quodam-cappadoce/2.1

Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον. Πρωῒ γὰρ, φησὶν, ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε. Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ· ὄρθρος γὰρ ὁ Χριστὸς, καθάπερ φησὶν ὁ προφήτης· Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς. Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορφον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι· πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπετάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι· Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβολος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν. Ὅθεν ὁ προφήτης ἐπεύχεται λέγων· Πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου. Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο. Διὸ πάντες οἱ προφῆται ὁμοθυμαδὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ· τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ διαβόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει. Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ Ἐκκλησία ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα. Πρωῒ, φησὶν, ἐπανάγων. Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπανάγει. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπείνασε. Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον· καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων· Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου· ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος· Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐτὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτήν. Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον· ἀλλ' ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν. Ὑπὸ τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος· Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλλουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν· Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει. Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν· πρὸς ὃν ἔλεγε· Σπεύσας κατάβηθι. [Ἐκεῖ ὁ ὄφις καμπύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυπται. Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγελιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος. Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος. Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ· πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς· γλυκεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγγίζοντας αὐτῇ καταῤῥηγνῦσα. Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ· γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φάρυγγα· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον διστόμου μαχαίρας. Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου. Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ· γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα. Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμιλοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν· φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ. Ἦλθε τοίνυν ὁ Κύριος ἀπὸ οὐρανῶν· ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων εὕρασθαι· εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου τούτου ἑστῶσαν· ἦλθεν ἐπ' αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου. Διὰ τί; Ἐπειδὴ οὐκ ἦν καιρός· τοῦτο γὰρ προσέθηκεν ὁ εὐαγγελιστής· Οὐκ εἶχε, φησὶ, καρπόν· οὐ γὰρ ἦν καιρός. Πῶς γὰρ ἠδύνατο ἔτι θάνατον καρποφορῆσαι. Ἰησοῦ παραγενομένου, καὶ ἀνάστασιν τῷ κόσμῳ κηρύττοντος; Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον· Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως. τουτέστι, τοῦ νόμου. Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ· Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας. Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· τουτέστι, Πρὸ τῆς ἐμῆς παρουσίας ἐκαρποφόρησας θάνατον· ἰδοὺ ἐγὼ παραγέγονα, αὕτη ἡ ἀνάστασις. Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ εὐθέως ἐξηράνθη ἡ συκῆ· καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι. Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος, πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ λαγνείας ἐλαυνόμενον· ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα. Καὶ ξηράνας τὴν συκῆν, ἐφύτευσε τὴν τοῦ σταυροῦ πίστιν ἀνθοῦσαν, καὶ ζωὴν πᾶσιν ἀστράπτουσαν· οὗ σταυροῦ αἱ μὲν ῥίζαι εἰς τὴν γῆν ἐτέθησαν, οἱ δὲ κλάδοι εἰς οὐρανοὺς ἀνετάθησαν· οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος· οὗ καὶ ὁ Δαυῒδ μέμνηται ξύλου, λέγων· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. Τούτου τοῦ ξύλου μέμνηται καὶ ἡ Σοφία, λέγουσα· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Τοῦτο τὸ ξύλον προφητικῷ ὀφθαλμῷ θεωρήσας Ἱερεμίας, ὑπὸ τῶν Ἰουδαίων μέλλον κατὰ Χριστοῦ πελεκᾶσθαι, εἰς πρόσωπον τῶν Ἰουδαίων ἀπεφθέγξατο, λέγων αὐτοῖς· Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χριστοῦ. Λαβὼν γὰρ ὁ Κύριος ἄρτον, εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἐπὶ τοῦτο τὸ ἰκρίον τοῦ σταυροῦ ἀναβὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τὰς χεῖρας αὐτοῦ ἐκπετάσας, καὶ τὰς ἐν τῷ ἀέρι πετομένας δυνάμεις ἐξελάσας, ἀνεμπόδιστον ἡμῖν τὴν εἰς οὐρανὸν πορείαν ηὐτρέπιζε, καὶ κλίμακα μακρὰν ἡμῖν τὴν πίστιν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατείνας· καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη. Ὑπὸ τὴν σκιὰν αὐτοῦ ὁ καθήμενος λέγει τὸ ὑπὸ τοῦ Σολομῶντος εἰρημένον· Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ γλυκὺς αὐτοῦ ὁ καρπὸς ἐν τῷ λάρυγγί μου. Ἐν ταύτῃ τῇ σκιᾷ θαῤῥήσας ὁ μακάριος Δαυῒδ ἔλεγε· Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ἕως πότε; Ἕως οὗ παρέλθῃ ἡ ἀνομία μου. Ὢ θαυμαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ. Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ' αὐτῆς ἐποτίζετο· νυγεὶς γὰρ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, αἷμα καὶ ὕδωρ ἐξέπεμψε· τῷ μὲν αἵματι τὸν σταυρὸν πορφυρίζων, τῷ δὲ ὕδατι ἄρδων αὐτοῦ τὰς ῥίζας, ἵνα ἀθανάτους καρποὺς τοῖς πιστεύουσιν εἰς ἀεὶ ἀναθάλλῃ. Ὢ δένδρον μακαριστὸν, ὃ βασιλεῖς τιμῶσιν, καὶ ὕπαρχοι σέβονται, ἄνδρες τε καὶ γυναῖκες καὶ πᾶσα φύσις καὶ κτίσις ἀνθρώπων φυλακτήριον κέκτηνται· ὃ δαίμονες φρίττουσι, καὶ ὁ διάβολος τρέμει· ὃ ἄγγελοι ὑμνοῦσι, καὶ οὐρανοὶ εὐλογοῦσιν· Ἐκκλησίαι δὲ σεμνύνουσι τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν. ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνα, τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In parabolam de ficu [Sp.] (fort. auctore quodam Cappadoce). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg242.local001/.
