# In parabolam de filio prodigo [Sp.] 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In parabolam de filio prodigo [Sp.], Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-parabolam-de-filio-prodigo-sp/3.1

Δότε καὶ δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ· ἵνα φορῇ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, καὶ φορῶν αὐτὸν φρουρηθῇ ὑπ' αὐτοῦ τοῦ Πνεύματος· ἵνα τὴν ἐμὴν σφραγῖδα περιφέρων, φοβερὸς ᾖ πᾶσι τοῖς πολεμίοις τε καὶ ἐναντίοις· ἵνα πόῤῥωθεν φαίνηται, ποίου πατρός ἐστιν οὗτος υἱός. Δότε καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· ἵνα μὴ πάλιν εὕρῃ ὁ ὄφις γυμνὴν τὴν πτέρναν αὐτοῦ, καὶ πατάξῃ αὐτὸν διὰ τοῦ κέντρου· ἀλλ' ἵνα μᾶλλον αὐτὸς καταπατῇ τὴν τοῦ δράκοντος κεφαλὴν, ἵνα συντρίψῃ τοῦ πολεμίου τὰ κέντρα, καὶ ἵνα τρέχῃ τὴν κατὰ Θεὸν ὁδόν. Καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν, θύσατε. Ποῖον μόσχον λέγει σιτευτόν; Ποῖον; Ὃν ἡ δάμαλις Μαρία παρθένος ἐγέννησεν. Ἐνέγκατε τὸν μόσχον τὸν ἀδάμαστον, τὸν μὴ δεξάμενον ἁμαρτίας ζυγὸν, τὸν παρθένον, καὶ ἐκ παρθένου, τὸν ἀκολουθοῦντα τοῖς ἀκολουθοῦσιν αὐτῷ, οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἑκουσίως· τὸν μὴ χρώμενον τῇ δυνάμει αὐτοῦ, μηδὲ τοῖς κέρασιν, ἀλλ' ἑτοίμως ὑποκλίναντα τὸν ἑαυτοῦ αὐχένα τοῖς σφάττειν θέλουσι. Θύσατε οὖν ἑκόντα θυόμενον, θύσατε τὸν ζωοποιοῦντα τοὺς θύοντας, θύσατε τὸν θυόμενον καὶ μὴ νεκρούμενον· θύσατε τὸν μελιζόμενον, καὶ τοὺς μελίζοντας αὐτὸν ἁγιάζοντα· θύσατε τὸν ἐσθιόμενον παρὰ τῶν εἰδότων αὐτὸν, καὶ μηδέποτε δαπανώμενον· θύσατε τὸν τοὺς ἐσθίοντας μακαρίους ἀπεργαζόμενον. Καὶ φαγόντες πάντες εὐφρανθῶμεν, Ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ ηὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἐπίστασθε τὴν πνευματικὴν εὐφροσύνην, οἱ ταύτης γευσάμενοι καὶ μεμνημένοι τῶν φρικτῶν μυστηρίων, τῶν λειτουργῶν τῆς θείας ἱερουργίας, τῶν μιμουμένων τὰς τῶν ἀγγέλων πτέρυγας ταῖς λεπταῖς ὀθόναις ταῖς ἐπὶ τῶν ἀριστερῶν ὤμων κειμέναις, καὶ ἐν τῇ ἐκκλησίᾳ περιτρεχόντων καὶ βοώντων· Μή τις τῶν κατηχουμένων, μή τις τῶν μὴ ἐσθιόντων, μή τις τῶν κατασκόπων, μή τις τῶν μὴ δυναμένων θεάσασθαι τὸν Μόσχον ἐσθιόμενον, μή τις τῶν μὴ δυναμένων θεάσασθαι τὸ οὐράνιον αἷμα τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, μή τις ἀνάξιος τῆς ζώσης θυσίας, μή τις ἀμύητος, μή τις μὴ δυνάμενος ἀκαθάρτοις χείλεσι προσψαύσασθαι τῶν φρικτῶν μυστηρίων· εἶτα καὶ τῶν ἀγγέλων οὐρανόθεν ἐπευφημούντων καὶ λεγόντων· Ἅγιος ὁ Πατὴρ, ὁ θελήσας τυθῆναι τὸν Μόσχον τὸν σιτευτὸν, τὸν μὴ γνόντα ἁμαρτίαν, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἅγιος ὁ Υἱὸς, ἅμα καὶ Μόσχος ὁ ἀεὶ θυόμενος ἑκὼν, καὶ ἀεὶ ζῶν· ἅγιος ὁ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τὴν θυσίαν τελεσιουργῆσαν. Τούτων οὖν ἔνδον ἐπιτελουμένων ὁ πρεσβύτερος υἱὸς μακρόθεν παραγενόμενος ἤκουσε συμφωνίας καὶ χορῶν· καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί ἂν εἴη τοῦτο· Ἦχός τις περιεκτύπει μου τὰ ὦτα. Ὁ δέ φησι, Δαυῒδ ὁ προφήτης ἔνδον μελῳδεῖ· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ὁ αὐτὸς πάλιν προτρέπεται τοὺς παρόντας πρὸς τὴν ἑστίασιν, καὶ λέγει· Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Παῦλος ὁ τῶν θείων μυστηρίων ἐξηγητὴς ἀναβοᾷ καὶ λέγει· Τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ἡ Ἐκκλησία πανηγυρίζει εὐφραινομένη, καὶ χορεύει. Ὁ δέ φησι πρὸς τὸν δοῦλον· Ναὶ, καὶ μὴ παρόντος ἐμοῦ ἄλλοι τὰ ἐμὰ μυστήρια παρὰ τὴν ἐμὴν ἀπουσίαν ἐν τῇ ἐμῇ αὐλῇ μερίζονται. Ναὶ, φησίν· ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτὸν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ πρὸς ταῦτα ὁ δίκαιος, καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν. Ὠργίσθη ὁ δίκαιος, καὶ τοῦ φθόνου ἐγένετο δοῦλος· ὁ καταπατήσας τοῦ βίου τὰ τερπνὰ, φθόνῳ κεκράτηται. Καὶ πῶς φησιν ὁ Παῦλος λέγων· Ἐβουλόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα; Οὐχ ἵνα βάσκανον δείξῃ τὸν δίκαιον, ἀλλὰ διὰ τὴν ὑπερβολὴν οὕτω τὸν λόγον ἐσχημάτισεν ὁ Σωτήρ· ἵνα κηρύξῃ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος τοῦ Πατρὸς αὐτοῦ. Καὶ τοῦτο δηλοῖ διὰ τῶν ἐφεξῆς. Ὁ γὰρ πατὴρ αὐτοῦ, φησὶν, ἐξελθὼν παρεκάλει αὐτόν. Ὢ σοφίας ἀῤῥήτου, ὢ προνοίας θεοφιλοῦς· καὶ τὸν ἁμαρτωλὸν ἠλέησε, καὶ τὸν δίκαιον ἐκολάκευσε· καὶ τὸν ἱστάμενον οὐκ ἀφῆκε πεσεῖν, καὶ τὸν πεσόντα ἤγειρε· καὶ τὸν πένητα πλούσιον ἀπέδειξε, καὶ τὸν πλούσιον οὐ συνεχώρησε τῷ φθόνῳ γενέσθαι πτωχόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· Ἰδοὺ ἐγὼ τοσαῦτα ἔτη ἔχω δουλεύων σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον· καὶ ἐμοὶ οὐκ ἔδωκάς ποτε ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ἀλλὰ περιέρχομαι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Ὅταν δὲ ὁ υἱός σου οὗτος ἦλθεν, ὁ καταφρονήσας σου, καὶ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, εὐθέως ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν· καὶ οὔτε ῥήματι ἐνεκάλεσας αὐτῷ, οὔτε σχήματι τὸ πρόσωπόν σου ἀπέστρεψας ἀπ' αὐτοῦ· ἀλλ' εὐθέως ἐξενοδόχησας αὐτὸν, καὶ πάσῃ τῇ στολῇ σου κατεκόσμησας, καὶ τῷ χρυσῷ δακτυλίῳ περιήστραψας, καὶ τοῖς ὑποδήμασι περιέφραξας, καὶ τὴν ἐκκλησίαν ἠνέῳξας, καὶ τὴν τράπεζαν ἐκαλλώπισας, καὶ τοὺς κρατῆρας ἐπλήρωσας, καὶ τὸν μόσχον τὸν σιτευτὸν κατέσφαξας, καὶ πρὸς τὴν εὐωχίαν τοὺς πιστοὺς προσεκάλεσας, καὶ τοὺς ἀγγέλους χορεύειν ἐποίησας, καὶ ξένον οὐρανοῦ καὶ γῆς συμπόσιον συνεκρότησας· καὶ τοιαύτας δωρεὰς παρέσχες τῷ καταφρονήσαντι τῆς σῆς ἀγαθότητος, καὶ τὴν εὐγένειαν καθυβρίσαντι. Τί εἴπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; πῶς θαυμάσω τὴν θάλατταν τῆς σῆς γαληνότητος; Ἐλεεῖς, Κύριε, πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν. Ὁ δὲ Πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ. Σὺ τῶν ἐμῶν κόλπων οὐκ ἐχωρίσθης ποτέ· σὺ τῆς Ἐκκλησίας τῆς ἐμῆς οὐκ ἀπεσκίρτησας· σὺ ψαλμοῖς καὶ ὕμνοις προσέσχες ἀεί· σὺ μετὰ τῶν ἀγγέλων ἐντυγχάνεις διαπαντός· σὺ τῷ θυσιαστηρίῳ παριστάμενος, μετὰ παῤῥησίας βοᾷς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Οὗτος δὲ προσῆλθέ μοι κατακεκριμένος, κατῃσχυμμένος, τὸ πρόσωπον ὠθῶν εἰς τὴν γῆν, καὶ μετὰ συντετριμμένης καὶ στυγνῆς φωνῆς ἀνεβόησε· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Τί εἶχον ποιῆσαι πρὸς τὰ ῥήματα ταῦτα; ἠδυνάμην μὴ ἐλεῆσαι τὸν ἐμὸν υἱὸν προσελθόντα μοι; Σὺ δίκασον ὁ θυμούμενος. Ἀλλ' οὐ πέφυκα, φιλάνθρωπος ὢν, ἀπάνθρωπόν τι διαπράξασθαι· οὐ δύναμαι μὴ ἐλεῆσαι, ὃν ἐγὼ ἐποίησα· οὐ δύναμαι μὴ οἰκτείρειν, ὃν ἐκ τῶν ἐμῶν σπλάγχνων ἐγέννησα. Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν· ὁ οὐρανὸς σὸς, τὸ στερέωμα σὸν, ὁ ἥλιος δᾳδοῦχος σὸς, ἡ σελήνη θεραπαίνη σὴ, οἱ ἀστέρες λαμπτῆρες σοὶ, ὁ ἀὴρ τροφεὺς σὸς, καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σὰ, ὁ κόσμος σὸς, ἡ Ἐκκλησία σὴ, τὸ θυσιαστήριον σὸν, ὁ μόσχος ὁ σιτευτὸς σὸς, ἡ θυσία σὴ, οἱ ἄγγελοι σοὶ, οἱ ἀπόστολοι σοὶ, οἱ μάρτυρες σοί· τὰ παρόντα σὰ, τὰ μέλλοντα σὰ, ἡ ἀνάστασις σὴ, ἡ ἀθανασία σὴ, ἡ ἀφθαρσία σὴ, ἡ βασιλεία τῶν οὐρανῶν σὴ, πάντα τὰ φαινόμενα καὶ τὰ νοούμενα σά. Μὴ τὰ σὰ ἀπήγαγον, κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος; οὐχ ὅμοιός εἰμι καὶ σοῦ κἀκείνου πατήρ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωὴν, κἀκεῖνον διὰ τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν, κἀκεῖνον διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναί σε ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Τίς βλέπων νεκρὸν ἀνιστάμενον, οὐκ εὐφραίνεται; καὶ τίς εὑρὼν ἃ ἀπώλεσεν, οὐκ ἀγάλλεται; Δεῦρο καὶ σὺ, υἱέ μου, συνευφράνθητι σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέλοις, καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμψαλλε τῷ Δαυῒδ ἐκεῖνο τὸ πνευματικὸν μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἠκούσατε τῆς θείας παραβολῆς, καὶ τὸν ταύτης σκοπὸν ἔγνωτε, καὶ τὴν δύναμιν αὐτῆς εἴδετε· ἐμάθετε πῶς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον. Αὐτῷ τοίνυν προσφύγωμεν μετὰ καθαρᾶς καρδίας. Δεῦτε, κοινῇ φωνῇ βοήσωμεν πρὸς αὐτόν· Δέσποτα, Κύριε φιλάνθρωπε, μονογενὲς Υἱὲ τοῦ Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου· ἀλλὰ θαῤῥοῦμεν τοῖς σοῖς οἰκτιρμοῖς· ἔχομεν ὅμηρα τῆς σῆς φιλανθρωπίας τὸν τίμιον σταυρὸν, ὃν ὑπέμεινας δι' ἡμᾶς· ἔχομεν ἐγγυητὰς τῆς σῆς εὐσπλαγχνίας τήν ποτε πόρνην, καὶ τόν ποτε λῃστήν. Διὰ τούτων γὰρ καὶ ἡμεῖς καὶ πάντες οἱ ἁμαρτωλοὶ προτρεπόμεθα προστρέχειν τῇ σῇ φιλανθρωπίᾳ. Ὡς ἐκείνους ἀοιδίμους καὶ μακαρίους ἀπέδειξας, Κύριε, καὶ ἡμᾶς προσπίπτοντάς σοι ἐλέησον· ὡς ἀνέστησας νεκροὺς σταυρωθεὶς, καὶ ἡμᾶς νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τὴν πολλήν σου φιλανθρωπίαν ἀνάστησον, ἵνα ἀπολαύσωμεν μετὰ τῶν ἀπολυτρωσαμένων τῆς σῆς ἀναστάσεως. Ταῦτα λέγοντες, ἐπιμείνωμεν, ἵνα καὶ πρὸς ἡμᾶς εἴπῃ ὁ Δεσπότης ἡμῶν Χριστός· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον ἀποῤῥίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιον νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέῳκται, τὰ φάρμακα πρόκεινται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλωται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται. Μακάριοι οἱ καταξιούμενοι φορέσαι τὴν στολήν. Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας ἀνάψατε, καὶ τὸ ἔλαιον τῆς εὐσεβείας δαψιλῶς ἐπιβάλλετε, ἵνα νυκτὸς, ὅταν γίνηται φωνὴ λέγουσα, «Ἰδοὺ ὁ νυμφίος ἔρχεται,» ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων, χορεύοντες καὶ σκιρτῶντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In parabolam de filio prodigo [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg231.local001/.
