Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum 2.1
Not analysed yet
Μὴ τοίνυν θορυβώμεθα, μηδὲ ἀλύωμεν, πειρασμῶν ἐμπιπτόντων ἡμῖν. Εἰ γὰρ ὁ χρυσοχόος εἶδε πόσον μὲν ἀφιέναι ἐν τῇ καμίνῳ χρόνον δεῖ τὸ χρυσίον, πότε δὲ ἀνασπάσαι, καὶ οὐκ ἀφίησι μέχρι τοῦ διαφθαρῆναι καὶ κατακαυθῆναι μένειν ἐν τῷ πυρί· πολλῷ μᾶλλον ὁ Θεὸς τοῦτο ἐπίσταται, καὶ ὅταν ἴδῃ καθαρωτέρους γενομένους, ἀφίησι τῶν πειρασμῶν, ὥστε μὴ τῷ πλεονασμῷ τῶν κακῶν ὑποσκελισθῆναι καὶ καταπεσεῖν, Μὴ τοίνυν δυσχεραίνωμεν, μηδὲ μικροψυχῶμεν, ἐπειδάν τι τῶν ἀδοκήτων ἐμπέσῃ· ἀλλὰ παραχωρῶμεν τῷ ταῦτα μετὰ ἀκριβείας εἰδότι, ἕως ἂν βούλοιτο, πυροῦν τὴν διάνοιαν τὴν ἡμετέραν· συμφερόντως γὰρ τοῦτο ποιεῖ καὶ ἐπὶ κέρδει τῶν πειραζομένων. Διὰ τοῦτο σοφός τις παραινεῖ λέγων· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Αὐτῷ παραχώρησον, φησὶν, ἁπάντων· οἶδε γὰρ ἀκριβῶς πότε ἡμᾶς ἀνελέσθαι ἐκ τῆς καμίνου δεῖ τῶν κακῶν. Χρὴ τοίνυν αὐτῷ πανταχοῦ παραχωρεῖν, καὶ διὰ παντὸς εὐχαριστεῖν, καὶ πάντα φέρειν εὐγνωμόνως, κἂν εὐεργετῇ, κἂν κολάζῃ, ἐπεὶ καὶ τοῦτο εὐεργεσίας ἐστὶν εἶδος. Καὶ γὰρ ἰατρὸς οὐχ ὅταν λούῃ, καὶ τρέφῃ, καὶ εἰς παραδείσους ἐξάγῃ τὸν κάμνοντα μόνον, ἀλλ' ὅταν καὶ καίῃ, καὶ τέμνῃ, ὁμοίως ἐστὶν ἰατρός· καὶ πατὴρ οὐχ ὅταν θεραπεύῃ τὸν υἱὸν μόνον, ἀλλὰ καὶ ὅταν ἐκβάλλῃ τῆς οἰκίας, καὶ ὅταν ἐπιτιμᾷ, καὶ μαστίζῃ, ὁμοίως ἐστὶ πατὴρ, καὶ οὐχ ἧττον, ἢ ὅταν ἐπαινῇ. Εἰδὼς τοίνυν ὅτι καὶ ἰατρῶν ἁπάντων φιλοστοργότερος ὁ Θεὸς, μὴ περιεργάζου, μηδὲ ἀπαίτει τὰς εὐθύνας αὐτὸν τῆς ἰατρείας, ἀλλ' ἄν τε ἀνεῖναι βούληται, ἄν τε κολάζῃ, πρὸς ἑκάτερα ὁμοίως παρέχωμεν ἑαυτούς· δι' ἑκατέρων γὰρ πρὸς ὑγείαν ἡμᾶς ἐπανάγει, καὶ πρὸς τὴν οἰκείωσιν τὴν ἑαυτοῦ, καὶ οἶδεν ὧν ἕκαστος χρείαν ἔχομεν, καὶ τί συμφέρον ἑκάστῳ, καὶ πῶς καὶ τίνι τρόπῳ σωθῆναι δεῖ, καὶ ταύτην ἡμᾶς ἄγει τὴν ὁδόν, Ἑπώμεθα τοίνυν οἷπερ ἂν αὐτὸς κελεύῃ, καὶ μηδὲν ἀκριβολογώμεθα, εἴτε διὰ ῥᾳδίας καὶ εὐκόλου, εἴτε διὰ χαλεπῆς καὶ τραχυτέρας ὁδοῦ βαδίζειν κελεύοι· ὥσπερ οὖν καὶ τὸν παράλυτον τοῦτον. Ἓν μὲν οὖν τοῦτο εὐεργεσίας εἶδος ἦν τὸ χρόνῳ τοσούτῳ τὴν ψυχὴν αὐτοῦ καθαίρειν, ὥσπερ χωνευτηρίῳ τινὶ τῇ πυρώσει τῶν πειρασμῶν αὐτὴν παραδόντα· ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ ἐν αὐτοῖς παρεῖναι τοῖς πειρασμοῖς, καὶ πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν. Αὐτὸς ἦν ὁ διακρατῶν αὐτὸν καὶ συνέχων, καὶ χεῖρα ὀρέγων, καὶ οὐκ ἀφιεὶς καταπεσεῖν. Ὅταν δὲ ἀκούσῃς ὅτι αὐτὸς ἦν, μὴ ἀποστερήσῃς τῶν ἐγκωμίων τὸν παράλυτον, μήτε ἐκεῖνον, μήτε ἄλλον τινὰ πειραζόμενον ἄνθρωπον καὶ καρτεροῦντα. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, κἂν ἁπάντων ὦμεν ἰσχυρότεροι καὶ δυνατώτεροι, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπούσης, οὐδὲ πρὸς τὸν τυχόντα ἀντιστῆναι δυνησόμεθα πειρασμόν. Καὶ τί λέγω περὶ ἡμῶν τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων; Κἂν γὰρ Παῦλός τις ᾖ, καὶ Πέτρος, κἂν Ἰάκωβος, κἂν Ἰωάννης, τῆς ἄνωθεν βοηθείας ἀποστερηθεὶς ἐλέγχεται ῥᾳδίως, καὶ ὑποσκελίζεται, καὶ καταπίπτει. Καὶ ὑπὲρ τούτων αὐτοῦ τοῦ Χριστοῦ φωνὴν ὑμῖν ἀναγνώσομαι· τῷ γὰρ Πέτρῳ φησίν· Ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο, ἵνα σινιάσῃ ὑμᾶς ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Τί ἐστι, σινιάσαι; Ἀγαγεῖν, περιαγαγεῖν, σαλεῦσαι, κινῆσαι, διαδονῆσαι, βασανίσαι, ὅπερ ἐπὶ τῶν κοσκινιζομένων γίνεται· ἀλλ' ἐγὼ, φησὶν, ἐπέσχον, εἰδὼς ὅτι τὸν πειρασμὸν ἐνεγκεῖν οὐ δύνασθε· τὸ γὰρ εἰπεῖν· Ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, δηλοῦντός ἐστιν, ὅτι εἰ συνεχώρησεν, ἐξέλιπεν ἂν αὐτοῦ ἡ πίστις. Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ Διδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας; Διὰ τοῦτο καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Οὐ μόνον γὰρ, φησὶ, πειρασμὸν ὑπὲρ δύναμιν οὐκ ἀφίησιν ἐπενεχθῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατὰ δύναμιν ἐπαγομένῳ πάρεστι διαβαστάζων ἡμᾶς καὶ συγκροτῶν, ὅταν ἡμεῖς πρότερον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, οἷον προθυμίαν, ἐλπίδα τὴν εἰς αὐτὸν, εὐχαριστίαν, καρτερίαν, ὑπομονήν. Οὔτε γὰρ μόνον ἐν τοῖς ὑπὲρ δύναμιν κινδύνοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κατὰ δύναμιν τῆς ἄνωθεν δεόμεθα βοηθείας, εἰ μέλλοιμεν ἑστάναι γενναίως· καὶ ἀλλαχοῦ γάρ φησι· Καθὼς περισσεύει τὰ παθήματα Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὥστε καὶ ὁ τοῦτον παρακαλέσας αὐτός ἐστιν ὁ τὸν πειρασμὸν συγχωρήσας ἐπενεχθῆναι. Ὅρα δὲ καὶ μετὰ τὴν θεραπείαν πόσην κηδεμονίαν ἐπιδείκνυται. Οὐ γὰρ ἀφεὶς αὐτὸν ἀπῆλθεν, ἀλλ' εὑρὼν αὐτὸν ἐν τῷ ἱερῷ φησιν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ γὰρ μισῶν συνεχώρησε τὴν κόλασιν, οὐκ ἂν ἀπήλλαξεν, οὐκ ἂν πρὸς τὸ μέλλον ἠσφαλίσατο· τὸ δὲ λέγειν· Ἵνα μὴ χεῖρόν τί σοι γένηται, τὰ μέλλοντά ἐστι προαναστέλλοντος δεινά. Ἔλυσε τὴν νόσον, καὶ οὐκ ἔλυσε τὴν ἀγωνίαν· ἀπήλασε τὴν ἀῤῥωστίαν, καὶ οὐκ ἀπήλασε τὸν φόβον, ὥστε ἀκίνητον εἶναι τὴν γενομένην εὐεργεσίαν. Τοῦτο ἰατροῦ κηδεμονικοῦ μὴ τὰ παρόντα λύειν μόνον, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε τῇ μνήμῃ τῶν παρελθόντων συγκροτῶν ἐκείνου τὴν ψυχήν. Ἐπειδὴ γὰρ ἀπελθόντων τῶν ὀδυνώντων ἡμᾶς, συναπέρχεται καὶ ἡ μνήμη πολλάκις, βουλόμενος αὐτὴν μένειν διηνεκῆ, φησί· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.