# In paralyticum demissum per tectum 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-paralyticum-demissum-per-tectum/6.1

Τοῦτο καὶ Παῦλος ἐδήλωσεν· ἁμαρτίαν γάρ τινα Κορινθίοις ἐγκαλῶν φησι· Διὰ τοῦτο πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ ἄῤῥωστοι· διὰ τοῦτο καὶ ὁ Χριστὸς πρότερον τὴν αἰτίαν ἀναιρεῖ τῶν κακῶν, καὶ εἰπὼν, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἀνίστησιν αὐτοῦ τὸ φρόνημα, διεγείρει καταβεβλημένην τὴν ψυχήν· ὁ γὰρ λόγος ἔργον ἐγίνετο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν αὐτῆς ἥπτετο τῆς ψυχῆς, καὶ πᾶσαν ἀγωνίαν ἐξέβαλεν. Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖ, καὶ παρέχει θαῤῥεῖν ὡς τὸ μηδὲν ἑαυτοῦ κατηγορεῖν. Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ὅπου γὰρ ἁμαρτημάτων ἄφεσις, ἐκεῖ υἱοθεσία. Οὕτω γοῦν καὶ ἡμεῖς οὐ πρότερον δυνάμεθα καλέσαι Πατέρα, ἕως ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων τῶν ἁγίων ἀπονιψώμεθα τὰ ἁμαρτήματα. Ὅταν γοῦν ἐκεῖθεν ἀνέλθωμεν τὸ πονηρὸν ἐκεῖνο φορτίον ἀποθέμενοι, τότε λέγομεν, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ τίνος ἕνεκεν ἐπὶ τοῦ τριάκοντα ὀκτὼ ἔχοντος οὐχ οὕτως ἐποίησεν, ἀλλὰ τὸ σῶμα αὐτοῦ διώρθωσε πρότερον; Ὅτι ἐκείνῳ μὲν τῷ μήκει τοῦ χρόνου τὰ ἁμαρτήματα δεδαπάνητο· δύναται γὰρ πειρασμοῦ μέγεθος τὸ τῶν ἁμαρτημάτων φορτίον κοῦφον ποιεῖν· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Λαζάρου φησὶν, ὅτι ἀπέλαβε τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται· καὶ πάλιν ἀλλαχοῦ φησι· Παρακαλεῖτε τὸν λαόν μου, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ πάλιν ὁ προφήτης, Κύριε, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν, ἐμφαίνων, ὅτι αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἁμαρτημάτων συγχώρησιν ποιοῦσι, καὶ πολλαχόθεν τοῦτό ἐστι φανερὸν ποιῆσαι. Ἐμοὶ τοίνυν δοκεῖ μηδὲν ἐκείνῳ περὶ ἀφέσεως διαλεχθῆναι, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίσασθαι, ὡς τῶν ἤδη πλημμεληθέντων τῷ μήκει τῆς ἀῤῥωστίας· ἢ εἰ μὴ τοῦτο, διὰ τὸ μηδὲν αὐτὸν μηδέπω περὶ τοῦ Χριστοῦ πεπεῖσθαι μέγα, διὰ τοῦτο ἐπὶ τὸ ἔλαττον πρότερον ἦλθε, καὶ τὸ φανερὸν καὶ δῆλον, τὴν τοῦ σώματος ὑγείαν· ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλ' ἐπειδὴ μᾶλλον ἐπίστευσε, καὶ ὑψηλοτέραν εἶχε ψυχὴν, διὰ τοῦτο αὐτῷ περὶ τῆς χαλεπωτέρας πρότερον διελέχθη νόσου· καὶ πρὸς τούτοις δὲ ἅπασιν, ἵνα τὴν εἰς τὸν Πατέρα ἰσοτιμίαν ἐπιδείξηται. Ὥσπερ γὰρ ἐκεῖ ἐν σαββάτῳ ἐθεράπευσε, βουλόμενος αὐτοὺς τῆς παρατηρήσεως ἀπαγαγεῖν τῆς Ἰουδαϊκῆς, καὶ ἐκ τῶν ἐγκλημάτων τῶν αὐτῶν λαβεῖν ἀφορμὴν τοῦ δεῖξαι ἑαυτὸν ἴσον τῷ γεγεννηκότι· οὕτω δὴ καὶ ἐνταῦθα προειδὼς, ὅπερ ἤμελλον ἐρεῖν, εἶπε ταῦτα τὰ ῥήματα, ἵν' ἐντεῦθεν λαβὼν ἀρχὴν καὶ πρόφασιν δείξῃ τῷ γεγεννηκότι ὁμότιμον ὄντα ἑαυτόν. Οὐ γὰρ ἴσον μηδενὸς ἐγκαλοῦντος, μηδὲ αἰτιωμένου, ἀφ' ἑαυτοῦ εἰς τὸν περὶ τούτων καθεῖναι λόγον, καὶ ἑτέρων παρεχόντων τὰς αἰτίας ἐν ἀπολογίας τάξει καὶ σχήματι τοῦτο αὐτὸ κατασκευάσαι. Ἐκείνης μὲν γὰρ τῆς ἀποδείξεως ὁ τρόπος ἀντέκρουε τοῖς ἀκούουσιν· οὗτος δὲ ἀνεπαχθέστερος ἦν, καὶ εὐπαράδεκτος μᾶλλον, καὶ πανταχοῦ δὲ ὁρῶμεν τοῦτο αὐτὸν ποιοῦντα, καὶ οὐχ οὕτω διὰ ῥημάτων, ὡς διὰ πραγμάτων ἐπιδεικνύμενον τὴν ἰσότητα. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, οὐχ ὅτι μόνον ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, ὃ πολλῷ μεῖζόν ἐστιν· διὰ γὰρ τῆς τῶν πραγμάτων ἀποδείξεως τοῦτο αὐτὸ κατεσκεύαζε. Τί οὖν οἱ βάσκανοι καὶ πονηροὶ, καὶ τοῖς ἀλλοτρίοις τηκόμενοι καλοῖς, καὶ πανταχόθεν λαβὰς ζητοῦντες εὑρεῖν; Τί οὗτος, φησὶ, βλασφημεῖ; Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός. Ὥσπερ ἐκεῖ ἐδίωκον αὐτὸν ὅτι ἔλυε τὸ σάββατον, καὶ παρὰ τῶν ἐγκλημάτων αὐτῶν λαβὼν ἀφορμὴν τὴν ἰσότητα ἐν ἀπολογίας τάξει τὴν πρὸς τὸν γεγεννηκότα ἐδήλωσεν εἰπών· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· οὕτω δὴ καὶ ἐνταῦθα, ἀφ' ὧν ἐγκαλοῦσιν, ἀπὸ τούτων τὸ πρὸς τὸν Πατέρα ἀπαράλλακτον δείκνυσι. Τί γάρ φησιν; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός. Ἐπεὶ οὖν αὐτοὶ τὸν ὅρον ἔθηκαν τοῦτον, αὐτοὶ τὸν κανόνα εἰσήνεγκαν, αὐτοὶ τὸν νόμον ἔγραψαν, ἐκ τῶν οἰκείων αὐτοὺς λοιπὸν συμποδίζει ῥημάτων. Ὑμεῖς, φησὶν, ὡμολογήσατε ὅτι Θεοῦ μόνον ἐστὶ τὸ ἀφιέναι ἁμαρτίας· ἀναμφισβήτητός ἐστιν ἰσότης. Καὶ οὐχ οὗτοι δὲ τοῦτο μόνον φασὶν, ἀλλὰ καὶ ὁ προφήτης οὕτω λέγων· Τίς Θεὸς ὥσπερ σύ; εἶτα δεικνὺς τί ἴδιον, ἐπήγαγεν, Ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας. Ἂν τοίνυν φανῇ τις ἕτερος οὕτως τὸ αὐτὸ τοῦτο ποιῶν, καὶ Θεός ἐστιν, καὶ Θεὸς ὥσπερ ἐκεῖνος. Ἀλλ' ἴδωμεν πῶς αὐτοῖς ὁ Χριστὸς συλλογίζεται, πῶς πράως, καὶ ἐπιεικῶς, καὶ μετὰ κηδεμονίας ἁπάσης. Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. Οὐκ ἐξήνεγκαν τὸ ῥῆμα, οὐ προήνεγκαν διὰ γλώσσης, ἀλλ' ἐν τοῖς ἀποῤῥήτοις τῆς διανοίας ἐλογίζοντο. Τί οὖν ὁ Χριστός; ἤνεγκεν εἰς τὸ μέσον τὰ ἀπόῤῥητα ἐκείνων βουλεύματα πρὸ τῆς ἀποδείξεως τῆς κατὰ τὴν ἴασιν τοῦ σώματος τοῦ παραλυτικοῦ, βουλόμενος αὐτοῖς δεῖξαι τῆς αὐτοῦ θεότητος τὴν ἰσχύν. Ὅτι γὰρ Θεοῦ μόνον ἐστὶ τὰ ἀπόῤῥητα τῆς διανοίας δεῖξαι τῆς αὐτοῦ θεότητος, Σὺ ἐπίστασαι καρδίας μονώτατος, φησίν. Ὁρᾷς ὅτι τὸ μόνος πάλιν οὐ πρὸς τὴν ἀντιδιαστολὴν τοῦ Υἱοῦ λέγεται; Εἰ γὰρ ὁ Πατὴρ ἐπίσταται καρδίας μονώτατος, πῶς ὁ Υἱὸς οἶδε τὰ ἀπόῤῥητα τῆς διανοίας; Αὐτὸς γὰρ ᾔδει, φησὶ, τί ἦν ἐν τῷ ἀνθρώπῳ· καὶ ὁ Παῦλος δεικνὺς, ὅτι ἴδιον Θεοῦ τοῦτό ἐστι τὸ τὰ ἀπόῤῥητα εἰδέναι, φησίν· Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, δεικνὺς, ὅτι τῇ Θεὸς προσηγορίᾳ τὴν αὐτὴν ἰσχὺν ἔχει τοῦτο. Ὥσπερ γὰρ ἐὰν εἴπω ὁ βρέχων, οὐδένα ἄλλον δηλῶ ἢ τὸν Θεὸν διὰ τοῦ πράγματος, ἐπειδὴ αὐτοῦ μόνον τοῦτό ἐστι· καὶ ἐὰν εἴπω, ὁ ἀνατέλλων τὸν ἥλιον, καὶ μὴ προσθῶ τὸ Θεὸς, ὅμως αὐτὸν δηλῶ διὰ τοῦ πράγματος· οὕτω δὴ καὶ ὁ Παῦλός φησιν εἰπὼν, Ὁ ἐρευνῶν τὰς καρδίας, ἔδειξεν, ὅτι αὐτοῦ μόνον ἐστὶ τὸ ἐρευνᾷν τὰς καρδίας. Εἰ γὰρ μὴ τὴν αὐτὴν ἰσχὺν εἶχε τοῦτο τῷ Θεὸς ὀνόματι πρὸς τὸ δεῖξαι ἡμῖν τὸν δηλούμενον, οὐκ ἂν αὐτὸ κατ' αὐτὸ τέθεικεν. Καὶ γὰρ εἰ κοινὸν ἦν αὐτῷ καὶ πρὸς τὴν κτίσιν τοῦτο, οὐκ ἂν ἔγνωμεν τὸν δηλούμενον, τῆς κοινωνίας σύγχυσιν ἐμποιησάσης τῇ διανοίᾳ τῶν ἀκροατῶν. Ὅταν οὖν φαίνηται ἴδιον Πατρὸς τοῦτο, φαίνηται δὲ καὶ τῷ Υἱῷ, πρὸς ὃν ἀναμφισβήτητος καὶ ἐντεῦθεν ἡ ἰσότης, διὰ τοῦτο, Τί, φησὶ, διαλογίζεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γὰρ εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg063.local001/.
