# In paralyticum demissum per tectum 7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-paralyticum-demissum-per-tectum/7

Ἰδοὺ καὶ δευτέραν ἀπόδειξιν ποιεῖται τῆς τῶν ἁμαρτημάτων ἀφέσεως. Τὸ μὲν γὰρ ἁμαρτίας ἀφιέναι τοῦ σῶμα θεραπεῦσαι πολλῷ μᾶλλον μεῖζόν ἐστι, καὶ τοσοῦτον μεῖζον, ὅσον ψυχὴ σώματος. Ὥσπερ γὰρ τοῦ σώματος νόσος ἡ παράλυσις, οὕτω καὶ τῆς ψυχῆς νόσος ἡ ἁμαρτία· ἀλλ' ἐκεῖνο εἰ καὶ μεῖζον ἦν, ἄδηλον ἦν· τοῦτο δὲ εἰ καὶ ἔλαττον ἦν, φανερὸν ἦν. Ἐπειδὴ τοίνυν μέλλει πρὸς τὴν ἀπόδειξιν τοῦ μείζονος τῷ ἐλάττονι κεχρῆσθαι, δεικνὺς, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἐκείνων οὕτως ἐποίησε, καὶ συγκαταβαίνων αὐτῶν τῇ ταπεινότητί φησι· Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; Τίνος οὖν ἕνεκεν ἐπὶ τὸ ἔλαττον ἔρχῃ δι' ἐκείνους; Ἐπειδὴ τὸ φανερὸν τοῦ ἀφανοῦς τρανοτέραν παρέχεται τὴν ἀπόδειξιν. Διὰ τοῦτο οὐ πρότερον αὐτὸν ἀνέστησεν, ἕως οὗ εἶπεν αὐτοῖς· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, τότε φησὶ τῷ παραλυτικῷ, Ἔγειραι καὶ περιπάτει, ὡσανεὶ ἔλεγε· Μεῖζον μέν ἐστι σημεῖον ἡ τῶν ἁμαρτημάτων ἄφεσις· διὰ δὲ ὑμᾶς καὶ τὸ ἔλαττον προστίθημι, ἐπειδὴ τοῦτο ὑμῖν ἀπόδειξις ἐκείνου εἶναι δοκεῖ. Ὥσπερ γὰρ ἐκεῖ τὸν ἑκατοντάρχην ἐπαινέσας εἰπόντα, Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, ἐκύρωσεν αὐτοῦ τὴν γνώμην διὰ τῶν ἐγκωμίων· καὶ πάλιν τοῖς Ἰουδαίοις ἐγκαλέσας ἐπὶ τοῦ σαββάτου μεμφομένοις αὐτῷ, ὅτι πάλιν παραλύει τὸν νόμον, ἔδειξεν ὅτι κύριός ἐστι μεταθεῖναι νόμους· οὕτω δὴ καὶ ἐνταῦθα εἰπόντα τοῦτον, ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, ἐπαγγελλόμενος ἃ τοῦ Πατέρος ἐστὶ μόνον, μεμψάμενος αὐτοὺς καὶ αἰτιασάμενος, καὶ διὰ τῶν ἔργων ἐπιδείξας ὅτι οὐ βλασφημεῖ, ἀναντίῤῥητον ἡμῖν παρέσχεν ἀπόδειξιν, ὅτι ταῦτα δύναται, ἃ καὶ ὁ γεγεννηκώς. Ὅρα γοῦν πῶς τοῦτο κατασκευάσαι βούλεται, ὅτι ἃ τοῦ Πατρός ἐστι μόνον, ταῦτα καὶ αὐτοῦ· οὐ γὰρ ἁπλῶς ἀνέστησε τὸν παραλυτικὸν, ἀλλ' εἰπών· Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας· οὕτως ἔργον ἦν αὐτῷ καὶ σπουδὴ τοῦτο μάλιστα δεῖξαι, ὅτι τὴν αὐτὴν αὐθεντίαν ἔχει τῷ Πατρί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg063.local001/.
