# In paralyticum demissum per tectum 8.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-paralyticum-demissum-per-tectum/8.1

Ταῦτα οὖν ἅπαντα, καὶ τὰ πρῴην καὶ τὰ πρὸ ἐκείνης εἰρημένα τῆς ἡμέρας μετὰ ἀκριβείας κατέχωμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν ἀκίνητα μένειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ τὴν παρ' ἑαυτῶν εἰσάγωμεν σπουδὴν, καὶ συνεχῶς ἐνταῦθα ἀπαντῶμεν. Οὕτω γὰρ καὶ τὰ πρόσθεν εἰρημένα φυλάξομεν, καὶ ἕτερα προσκτησόμεθα πάλιν· κἂν ἀποῤῥυῇ τι τῷ χρόνῳ, ῥᾳδίως αὐτὰ ἀνακτήσασθαι δυνησόμεθα τῇ συνεχεῖ διδασκαλίᾳ. Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας, καὶ μεθ' ἡδονῆς καὶ μετ' εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν. Ὁποῖον γὰρ ἐνοχλεῖ πάθος τὴν ψυχὴν ἐνταῦθα παραγινομένων ἡμῶν, ῥᾳδίως διαλυθῆναι δυνήσεται· ἐπεὶ καὶ νῦν ὁ Χριστὸς πάρεστι, καὶ ὁ μετὰ πίστεως αὐτῷ προσιὼν δέξεται τὴν ἰατρείαν εὐκόλως, Πενίᾳ τις πυκτεύει διηνεκεῖ, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς, καὶ πεινῶν ἐκαθεύδησε πολλάκις, εἰσελθὼν δὲ ἐνταῦθα, καὶ ἀκούσας Παύλου λέγοντος, ὅτι ἐν λιμῷ καὶ ἐν δίψει καὶ γυμνότητι διῆγε, καὶ ὅτι οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶν ἡμέραις, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε (τοῦτο γοῦν ἐνδεικνύμενος ἔλεγεν· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν), λήψεται παραμυθίαν ἱκανὴν, μαθὼν διὰ τῶν εἰρημένων, ὅτι οὐχὶ μισῶν αὐτὸν ὁ Θεὸς οὐδὲ ἐγκαταλιμπάνων συνεχώρησεν εἶναι ἐν πενίᾳ· οὐ γὰρ ἂν εἰ μισοῦντος τοῦτο ἦν, ἐπὶ τοῦ Παύλου, τοῦ φίλου μάλιστα πάντων ἀνθρώπων ὄντος αὐτῷ, τοῦτο συνεχώρησεν· ἀλλὰ κηδόμενος καὶ προνοῶν, καὶ εἰς πλείονα ἄγων φιλοσοφίαν. Ἄλλος τις ὑπὸ νόσου καὶ μυρίων κακῶν τὸ σῶμα ἔχει πολιορκούμενον; Ἱκανὴ τούτῳ παραμυθία γένοιτ' ἂν τῶν παραλυτικῶν τούτων τὰ σώματα, καὶ μετὰ τούτων ὁ μακάριος καὶ γενναῖος τοῦ Παύλου μαθητὴς, ὃς διηνεκῶς ἐν ἀῤῥωστίαις ἦν, καὶ οὐδέποτε ἀνέπνει ἐκ τῆς μακρᾶς ἀσθενείας, ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας, καὶ οὐχ ἁπλῶς ἀσθενείας. Ἕτερος συκοφαντηθεὶς παρὰ τοῖς πολλοῖς πονηρὰν ἐκτήσατο δόξαν, καὶ τοῦτο αὐτὸ τὴν ψυχὴν ὀδυνᾷ καὶ κατεσθίει διηνεκῶς· εἰσελθὼν καὶ ἀκούσας, ὅτι Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν πρᾶγμα ψευδόμενοι· χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, ἀποθήσεται πᾶσαν ἀθυμίαν καὶ δέξεται πᾶσαν ἡδονήν· Σκιρτᾶτε γὰρ καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅταν ἐκβάλλωσιν ὑμῖν ὄνομα πονηρόν. Καὶ τοὺς μὲν κακῶς ἀκούοντας τούτῳ παραμυθεῖται τῷ τρόπῳ, τοὺς δὲ κακῶς λέγοντας ἑτέρως φοβεῖ λέγων, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἄλλος τις θυγάτριον ἀπέβαλεν ἢ υἱὸν, ἤ τινα τῶν προσηκόντων, καὶ οὗτος ἐνταῦθα παραγενόμενος Παύλου στενάζοντος ἐπὶ τῇ παρούσῃ ζωῇ καὶ τὴν μέλλουσαν ἐπιθυμοῦντος ἰδεῖν, καὶ βαρυνομένου τῇ ἐνταῦθα διατριβῇ, καὶ αὐτὸς λαβὼν ἱκανὸν φάρμακον ἀπελεύσεται ἀκούσας αὐτοῦ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐκ εἶπε, Περὶ τῶν ἀποθνησκόντων, ἀλλὰ, Περὶ τῶν κεκοιμημένων, δεικνὺς ὅτι ὕπνος ἐστὶν ὁ θάνατος. Ὥσπερ οὖν ἂν ἴδωμέν τινα καθεύδοντα, οὐ θορυβούμεθα, οὐδὲ ἀλύομεν προσδοκῶντες αὐτὸν ἀναστήσεσθαι πάντως· οὕτως ὅταν ἴδωμέν τινα ἀποθανόντα, μὴ θορυβώμεθα, μηδὲ καταπίπτωμεν· καὶ γὰρ καὶ τοῦτο ὕπνος μακρότερος μὲν, ὕπνος δὲ ὅμως. Τῷ μὲν οὖν ὀνόματι τῆς κοιμήσεως παρεμυθήσατο τοὺς πενθοῦντας, τὴν δὲ κατηγορίαν τῶν ἀπίστων ἀνέτρεψεν. Ἐὰν πενθῇς, φησὶ, τὸν ἀπελθόντα ἀφορήτως, κατ' ἐκεῖνον ἔσῃ τὸν ἄπιστον τὸν οὐκ ἔχοντα ἐλπίδα ἀναστάσεως. Ἐκεῖνος καλῶς θρηνεῖ, ἅτε περὶ τῶν μελλόντων μηδὲν δυνάμενος φιλοσοφεῖν· σὺ δὲ ὁ τοσαύτας λαβὼν ἀποδείξεις περὶ τῆς μετὰ ταῦτα ζωῆς, τίνος ἕνεκεν εἰς τὴν αὐτὴν ἀσθένειαν ἐκείνῳ καταπίπτεις; Διὰ τοῦτό φησι, Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐκ ἀπὸ τῆς Καινῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς ἱκανὴν ἔστι λαβεῖν παραμυθίαν. Ὅταν γὰρ ἀκούσῃς τοῦ Ἰὼβ μετὰ τὴν τῶν χρημάτων ἀποβολὴν, μετὰ τὴν τῶν βουκολίων ἀπώλειαν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον χορὸν ἀποβαλόντα παίδων ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, μετὰ τοσαύτην ψυχῆς ἀρετὴν, κἂν ἁπάντων ἀσθενέστερος ᾖς, δυνήσῃ ῥᾳδίως ἑαυτὸν ἀνακτήσασθαι καὶ ἀνενεγκεῖν. Σὺ μὲν γὰρ, ἄνθρωπε, καὶ παρηκολούθησας ᾀῤῥωστοῦντι τῷ παιδὶ, καὶ κατακλινόμενον ἐπὶ τῆς κλίνης εἶδες, καὶ ἔσχατα φθεγγόμενον ῥήματα ἤκουσας, καὶ τὰς τελευταίας ἀναπνέοντα παρέστης ἀναπνοὰς, καὶ καθεῖλες ὀφθαλμοὺς, καὶ συνέκλεισας στόμα· ἐκεῖνος δὲ οὐδὲ παρέστη ψυχοῤῥαγοῦσι, οὐκ εἶδεν ἐκπνέοντας, ἀλλ' εἷς ἐγένετο τάφος πᾶσιν ἡ οἰκία, καὶ ἐπὶ τῆς αὐτῆς τραπέζης ἐγκέφαλος ὁμοίως καὶ αἷμα ἐκέχυτο, καὶ ξύλα, καὶ κέραμος, καὶ κόνις, καὶ σάρκες διατετμημέναι, καὶ πάντα ὁμοίως ἐφύρετο. Ἀλλ' ὅμως μετὰ τοιαῦτα καὶ τοσαῦτα οὐκ ἐθρήνησεν, οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ τί φησιν; Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα τοῦ Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ταύτην καὶ ἡμεῖς ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώμεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἂν οὕτω φιλοσοφήσωμεν, οὐδὲν οὐδέποτε πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν· ἀλλ' ἔσται μεῖζον τῆς ζημίας τὸ κέρδος, πλείω τῶν κακῶν τὰ ἀγαθὰ, διὰ τῶν ῥημάτων τούτων ἵλεω τὸν Θεὸν σεαυτῷ ποιῶν, τὴν τυραννίδα ἀποκρουόμενος. Ὁμοῦ γὰρ ἐφθέγξατο ἡ γλῶσσα τὰ ῥήματα ταῦτα, καὶ εὐθέως ἀπεπήδησεν ὁ διάβολος· ἐκείνου δὲ ἀποπηδήσαντος, καὶ τὸ τῆς ἀθυμίας νέφος ἀπελαύνεται, καὶ οἱ θλίβοντες ἡμᾶς δραπετεύουσι λογισμοὶ, συνεκπηδῶντες ἐκείνῳ, καὶ πρὸς τούτοις πᾶσι καὶ τῶν ἐνταῦθα ἀγαθῶν, καὶ τῶν ἐν οὐρανῷ ἐπιτεύξῃ πάντων. Καὶ τὸ ὑπόδειγμα ἀσφαλὲς ἀπὸ τοῦ Ἰὼβ, ἀπὸ τῶν ἀποστόλων, οἳ διὰ τὸν Θεὸν καταφρονήσαντες τῶν ἐνταῦθα δεινῶν, τῶν αἰωνίων ἐπέτυχον ἀγαθῶν. Πειθώμεθα τοίνυν, καὶ ἐν πᾶσι τοῖς συμβαίνουσι χαίρωμεν, καὶ εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, ἵνα καὶ τὸν παρόντα μετ' εὐκολίας διάγωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg063.local001/.
