Ancient Greek · ~14 min
Εἰς τοὺς κορυφαίους τῶν ἀποστόλων Πέτρον καὶ Παῦλον, καὶ τὸ αὐτῶν μαρτύριον ἐνδοξότατον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Petrum et Paulum [Sp.] 2.1
Not analysed yet
Ποίας οὖν εὐχαριστίας ἀνταποδῶμεν ὑμῖν τοῖς τοσαῦτα κεκοπιακόσι δι' ἡμᾶς; Μιμνήσκομαί σε, Πέτρε, καὶ ἐκπλήττομαι· ἀναμιμνήσκομαί σε, Παῦλε, καὶ ἐξιστάμενος δάκρυσι συνέχομαι. Τί γὰρ εἴπω, ἢ τί λαλήσω, ἀναθεωρῶν ὑμῶν τὰς θλίψεις, οὐκ οἶδα. Πόσας φυλακὰς ἡγιάσατε, πόσα δεσμωτήρια ἐφωτίσατε; πόσας εἱρκτὰς διδασκαλίαις ὑμῶν ἐνεπλήσατε; πόσας ἁλύσεις ἐλαμπρύνατε; πόσας βασάνους ὑπεμείνατε; πόσους τόπους τοῖς βήμασιν ὑμῶν ἡγιάσατε; πόσας λοιδορίας παρεποιήσασθε; πῶς τὸν Χριστὸν ἐβαστάσατε; πῶς τὰς Ἐκκλησίας ἐφαιδρύνατε τῷ κηρύγματι; Εὐλογημένον τὸ ὄργανον τῆς γλώττης ὑμῶν· αἵματι συμπεφυρμένα διὰ τὴν Ἐκκλησίαν τὰ μέλη ὑμῶν τυγχάνει· ἀνελλιπῶς ἐν πᾶσι τὸν Χριστὸν ὑμεῖς ἐμιμήσασθε. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα ὑμῶν. Ἀδιάῤῥηκτον τὴν ὑφ' ὑμῶν νυμφευθεῖσαν Ἐκκλησίαν διαφυλάξει ὁ Χριστός. Οὐδεὶς πρὸ ὑμῶν, οὐδὲ μεθ' ὑμᾶς ἐφάνη τοιοῦτος. Τίς γὰρ τὸ διδασκαλικὸν ἐπέχων ἀξίωμα, ἀπετόλμησε λέγειν τι ἄνευ τῆς ὑμῶν παραδόσεως; Πάντας διδασκάλους ὑμεῖς ἀπετελέσατε, πάντας θεολόγους ἀπειργάσασθε, πάντας ἐσκοτισμένους ἐφωτίσατε. Ἐνίκησε τὰς ἡμετέρας πηρώσεις ἡ ὑμετέρα ὑπομονή· οἱ ἀνάθεμα εἶναι αὐτοὶ εὐχόμενοι, ἵνα τὸν κόσμον κερδήσητε. Τί οὖν ἀνταποδώσομεν ὑμῖν περὶ πάντων, ὧν ἀνταπεδώκατε ἡμῖν ἀγαθῶν; Σήμερον ὑμῶν τῆς ἀθλήσεως τὰ μνημόσυνα· σήμερον ἡ πανήγυρις τῆς περὶ Χριστοῦ μαρτυρίας ὑμῶν· σήμερον πάντες ἡμεῖς ἀγαλλόμενοι τιμῶμεν τὰ ἅγια ὑμῶν λείψανα. Χαίροις, Πέτρε, ὁ τοῦ ξύλου τοῦ σταυροῦ ἀπολαύσας, καὶ καθ' ὁμοιότητα τοῦ Διδασκάλου σταυρωθῆναι μὴ θελήσας ἐν ὀρθίῳ τῷ σχήματι, καθὼς ὁ Δεσπότης ἡμῶν· ἀλλὰ μᾶλλον ἐπὶ κεφαλὴν, ὡς εἰς οὐρανὸν τὴν πορείαν ἐπὶ γῆς ποιούμενος. Ὢ εὐλογημένοι ἧλοι, οἵτινες τὰ ἅγια ἐκεῖνα μέλη διῆλθον, τὰ ἐμοὶ ποθεινὰ, καὶ κρείττω οὐρανίου δόξης μοι ὄντα. Ὁ μετὰ παῤῥησίας ταῖς χερσὶ τοῦ Δεσπότου τὴν ψυχὴν παραδοὺς, ὁ δουλεύσας τῷ Κυρίῳ ἀπερισπάστως, καὶ τῇ νυμφευθείσῃ αὐτῷ Ἐκκλησίᾳ μετὰ πάσης προθυμίας, ὁ φιλοδέσποτος καὶ εὐδούλευτος τῷ Κυρίῳ, ὁ ζέων τῷ Πνεύματι, ὁ πιστικὸς τοῦ Δεσπότου τῶν ὅλων ἀπόστολος. Παῦλος δὲ ὁ τρισμακάριος τὴν κεφαλὴν ξίφει ἀπετμήθη, ὁ ἀνεκδιήγητος ἄνθρωπος. Ποῖον ξίφος διῆλθεν ἐκεῖνον τὸν λάρυγγα, τὸ Δεσποτικὸν ὄργανον, τὸ ὑπ' οὐρανοῦ θαυμαζόμενον. καὶ ἔτι ὑπὸ γῆς φριττόμενον; ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ γαλακτοειδὲς ὁραθὲν ἐν τῷ χιτῶνι τοῦ σε ἀνασκολοπίσαντος; ὅπερ τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκεῖαν, πιστὸν παρεσκεύασε γενέσθαι μετὰ τῶν συνεταίρων. Ἐμοὶ ξίφος ἐκεῖνο γένοιτο ἀντὶ στεφάνου. Ὃς τριακονταπέντε ἐδούλευσε τῷ Κυρίῳ μετὰ πάσης προθυμίας· τελέσας δὲ τὸν ὑπὲρ τῆς εὐσεβείας δρόμον, ἀνεπαύσατο ὡς ἐτῶν ἑξήκοντα ὀκτώ. Ἀντιφθεγγόμεθα ἡμῶν ταῖς ἁμαρτίαις τὰς μακαρίους ὑμῶν φωνάς. Χαίρετε ἐν Κυρίῳ πάντοτε· ἀδιαλείπτως ὑπὲρ ἡμῶν προσεύχεσθε· τὰς ὑποσχέσεις ὑμῶν ἐκπληρώσατε. Ἀνακράζεις γὰρ, μακάριε Πέτρε, οὕτω φάσκων, ὅτι Σπουδάσω μετὰ τὴν ἐμὴν ἄφιξιν τὴν ὑμετέραν μνήμην ποιεῖσθαι. Ἔστιν οὖν ὁ μακάριος Πέτρος ὁ τοῦ Χριστοῦ ἀπόστολος ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς πλείστας θαυματουργίας εἰργάσατο, ἐξ ἧς καὶ ὁ Φίλιππος ὥρμητο πόλεως· ὁ δὲ μακάριος Παῦλος ἀπὸ Ταρσοῦ τῆς Κιλικίας. Κεκοίμηνται δὲ ἀμφότεροι ἐν τῇ μεγαλοπόλει Ῥώμῃ τῇ ἀρχαίᾳ, μηνὶ Ἰουνίῳ, εἰκάδι ἐννάτῃ, ἐπὶ Νέρωνος τοῦ ἀνομωτάτου βασιλέων ἀναιρεθέντες, καὶ πρὸς τὸν διδάσκαλον καὶ Κύριον τῶν ἁπάντων μετὰ πλείστας πραγματείας ἀφικόμενοι. Πᾶσαν οὖν σπουδὴν ἐπιδείξασθαι ὀφείλομεν, ἀγαπητοὶ, δεόμενοι τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἵνα ἡμᾶς ἀξιώσῃ τῇ αὐτοῦ φιλανθρωπίᾳ ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν, ἵνα λάβωμεν ἔλεος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.