Ancient Greek
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 1
Not analysed yet
Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπέχωσιν· ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ Δεσπότου. Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς ἀπαιτεῖ τόκους. Διὰ τί; Ἐπειδὴ ἐκεῖνος ὁ τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβάνοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ' ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν· σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα· καὶ γὰρ ἐκεῖνοι τὴν συνήθη τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον. Διόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς καιρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δανειζομένων γίνεται· ὅταν μὲν γὰρ λαμβάνῃ τὰ χρήματα ὁ δεόμενος, παραμυθίαν λαμβάνει μικράν τινα καὶ πρόσκαιρον· ὕστερον δὲ τῶν τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος.