# In principium Actorum (homiliae 1-4) 1.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4), Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-principium-actorum-homiliae-1-4/1.1-3

Ὅταν μὲν εἰς τὴν πτωχείαν τῆς διανοίας ἴδω τῆς ἐμαυτοῦ, ναρκῶ καὶ ἀναδύομαι, πρὸς διάλεξιν τοσούτου δήμου καλούμενος· ὅταν δὲ εἰς τὴν προθυμίαν ἀναβλέψω τὴν ὑμετέραν, καὶ τὸ τῆς ἀκροάσεως ἀκόρεστον, θαῤῥῶ καὶ διανίσταμαι, καὶ μετὰ προθυμίας πρὸς τὸ τῆς διδασκαλίας ἀποδύομαι στάδιον. Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ. Καὶ καθάπερ τὰ φωλεύοντα τῶν ζώων ἐν μέσῳ τῷ χειμῶνι πρὸς τὰς πέτρας καταδυόμενα, ἐπειδὰν ἴδῃ τὸ θέρος φανὲν, ἀφίησι τὴν κατάδυσιν, καὶ μετὰ τῶν λοιπῶν ζώων ἀγελάζεται, καὶ κοινῇ μεθ' ἡμῶν σκιρτᾷ· οὕτω καὶ ἡ ψυχὴ ἡ ἡμετέρα ὥσπερ εἴς τινα φωλεὸν τῆς ἀσθενείας τοῦ συνειδότος καταδυομένη, ὅταν ἴδῃ τὸν πόθον τῆς ὑμετέρας ἀγάπης, ἀφίησι τὸν φωλεὸν, καὶ μεθ' ὑμῶν ἀγελάζεται, κοινῇ μεθ' ὑμῶν σκιρτᾷ τὰ καλὰ τῶν Γραφῶν σκιρτήματα, ἐν τῷ πνευματικῷ καὶ θείῳ λειμῶνι, ἐν τῷ παραδείσῳ τῆς Γραφῆς. Καὶ γὰρ πνευματικὸς λειμὼν, καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν ἐστιν ἀνάγνωσις, παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ παραδείσου βελτίων. Τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς ἐφύτευσεν ὁ Θεός· τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ, οὐδὲ κατὰ ἀνατολὰς ἔθετο ἐν ἑνὶ περιγράψας χωρίῳ, ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξήπλωσε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέτεινε. Καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης τὰς Γραφὰς ἥπλωσεν, ἄκουσον τοῦ προφήτου λέγοντος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Κἂν πρὸς Ἰνδοὺς ἀπέλθῃς, οὓς πρώτους ἀνίσχων ὁ ἥλιος ὁρᾷ, κἂν εἰς τὸν ὠκεανὸν ἀπέλθῃς, κἂν πρὸς τὰς Βρεταννικὰς νήσους ἐκείνας, κἂν εἰς τὸν Εὔξεινον πλεύσῃς πόντον, κἂν πρὸς τὰ νότια ἀπέλθῃς μέρη, πάντων ἀκούσῃ πανταχοῦ τὰ ἀπὸ τῆς Γραφῆς φιλοσοφούντων, φωνῇ μὲν ἑτέρᾳ, πίστει δὲ οὐχ ἑτέρᾳ, καὶ γλώσσῃ μὲν διαφόρῳ, διανοίᾳ δὲ συμφώνῳ. Ὁ μὲν γὰρ φθόγγος τῆς γλώσσης, ἐνήλλακται, ὁ δὲ τρόπος τῆς εὐσεβείας οὐκ ἐνήλλακται· καὶ βαρβαρίζουσι μὲν τῇ γλώττῃ, φιλοσοφοῦσι δὲ τῇ γνώμῃ· καὶ σολοικίζουσι μὲν τῷ φθόγγῳ, εὐσεβοῦσι δὲ τῷ τρόπῳ. Εἶδες παραδείσου μῆκος πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐκτεταμένου; Ἐνταῦθα οὐκ ἔστιν ὄφις, καθαρὸν τῶν θηρίων ἐστὶ τὸ χωρίον, καὶ τῇ τοῦ Πνεύματος τειχίζεται χάριτι. Ἔχει καὶ πηγὴν ὁ παράδεισος οὗτος, καθάπερ ἐκεῖνος, πηγὴν μυρίων ποταμῶν μητέρα, οὐχὶ τεσσάρων. Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον, οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι ποταμοὺς αὕτη ἡ πηγή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τοὺς ποταμοὺς ἡμῖν χαρισάμενος Θεός· Ὁ πιστεύων γὰρ εἰς ἐμὲ, φησὶ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶδες πῶς οὐχὶ τέσσαρες ποταμοὶ, ἀλλὰ ἀδιόριστοι ἀπὸ τῆς πηγῆς ἐκείνης ἐκχέοντες; Οὐ τῷ πλήθει δὲ μόνον, ἀλλὰ καὶ τῇ φύσει θαυμαστὴ ἡ πηγή· οὐ γὰρ ὕδατός ἐστι τὰ νάματα, ἀλλὰ Πνεύματος τὰ χαρίσματα. Αὕτη ἡ πηγὴ καθ' ἑκάστην ψυχήν ἐστι τῶν πιστῶν μεριζομένη, καὶ οὐ μειουμένη· μεριζομένη, καὶ οὐ δαπανωμένη· κατακερματιζομένη, καὶ οὐκ ἐλαττουμένη· παρὰ πᾶσιν ὁλόκληρος, καὶ ἐν ἑκάστῳ ὁλόκληρος. Τοσαῦτα γὰρ τοῦ Πνεύματος τὰ χαρίσματα. Βούλει μαθεῖν τὴν δαψίλειαν τῶν ναμάτων τούτων; βούλει μαθεῖν τῶν ὑδάτων τὴν φύσιν; πῶς οὐκ ἔοικε τούτοις, ἀλλὰ βελτίω τούτων καὶ θαυμασιώτερά ἐστιν; Ἄκουσον πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τῇ Σαμαρείτιδι, ἵνα μάθῃς τὴν δαψίλειαν τῆς πηγῆς. Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, φησὶ, τῷ πιστῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὐκ εἶπεν, ἐξιόντος, οὐκ εἶπε, προχεομένου, ἀλλὰ, ἁλλομένου, διὰ τῶν ἁλμάτων τὴν ἀφθονίαν ἡμῖν ἐμφαίνων. Ἐκεῖνα τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος οὖν τὴν δαψίλειαν τῶν ναμάτων δεῖξαι, εἶπεν, ἁλλομένου, οὐκ, ἐξιόντος. Βούλει καὶ τὴν φύσιν αὐτῆς καταμαθεῖν; Μάνθανε ἀπὸ τῆς χρείας. Οὐ γὰρ εἰς ζωὴν τὴν παροῦσαν, ἀλλ' εἰς ζωὴν αἰώνιόν ἐστι χρησίμη. Διατρίψωμεν τοίνυν ἐν τῷ παραδείσῳ τούτῳ, παρακαθεζώμεθα τῇ πηγῇ, μὴ πάθωμεν ὅπερ ἔπαθεν ὁ Ἀδὰμ, καὶ ἐκπέσωμεν τοῦ παραδείσου· μὴ δεξώμεθα συμβουλὴν ὀλεθρίαν, μὴ παραδεξώμεθα τὴν ἀπάτην τοῦ διαβόλου· μένωμεν ἔνδον· πολλὴ γὰρ ἡ ἐντεῦθεν ἀσφάλεια· μένωμεν ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν τούτων. Καθάπερ γὰρ οἱ πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διενοχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες· οὕτως ὁ παρὰ τὴν πηγὴν τῶν θείων Γραφῶν παρακαθήμενος, κἂν ἐπιθυμίας ἀτόπου φλόγα διενοχλοῦσαν ἴδῃ, ῥᾳδίως ἀπὸ τῶν ναμάτων ἐκείνων τὴν ψυχὴν ἀποκλύσας ἀπεκρούσατο τὴν φλόγα· κἂν ὀργὴ διακαὴς ἐνοχλῇ, τὴν καρδίαν καθάπερ λέβητα ὑποκαιόμενον ἀναβράσσουσα, μικρὸν τοῦ νάματος ἐπιστάξας, εὐθέως κατέστειλε τοῦ πάθους τὴν ἀναισχυντίαν· καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπάζει τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg064.local001/.
