# In principium Actorum (homiliae 1-4) 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4), ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-principium-actorum-homiliae-1-4/1.1

Τί τοῦτο; ὅσον προΐασιν ἡμῖν αἱ ἑορταὶ, τοσοῦτον καὶ αἱ συνάξεις ἐλάττους γίνονται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν ἡμεῖς οἱ παρόντες· ἐλάττους μὲν γίνονται τῷ πλήθει, οὐκ ἐλάττους δὲ τῇ προθυμίᾳ· ἐλάττους τῷ ἀριθμῷ, οὐκ ἐλάττους δὲ τῷ πόθῳ. Ἐλάττους γίνονται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι' ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς. Πᾶσα ἡ πόλις ἦν ἐνταῦθα τῇ προτέρᾳ κυριακῇ, μεστοὶ οἱ περίβολοι, καὶ κύματα ἀπιόντα καὶ ἐπανιόντα ἐμιμεῖτο τὸ πλῆθος· ἀλλ' ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινοτέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία. Τότε τὰ σώματα ἦν ἀριθμεῖν παρόντα, νῦν τὰ φρονήματα εὐλαβείας γέμοντα. Εἴ τις τὴν σύναξιν ταύτην τὴν ὀλιγάνθρωπον καὶ τὸ πλέον ἐκ πενήτων συνεστηκυῖαν, κἀκείνην τὴν σύναξιν τὴν πολυάνθρωπον καὶ τὸ πλεῖον ἀπὸ πλουσίων συγκεκροτημένην, εἴ τις ἀμφοτέρας τὰς συνάξεις ταύτας ὥσπερ ἐν ζυγῷ καὶ σταθμῷ θελήσει σταθμῆσαι, εὕρῃ ἂν ταύτην καθέλκουσαν. Εἰ γὰρ ἐλάττους τῷ ἀριθμῷ, ἀλλὰ τιμιώτεροί ἐστε τῇ ἐπιθυμίᾳ. Οὕτω καὶ ἐπὶ τῶν σταθμητῶν γίνεται· ἐὰν δέκα τις στατῆρας χρυσίου λαβὼν εἰς μίαν κατάθηται πλάστιγγα, εἶτα εἰς τὴν ἑτέραν πλάστιγγα χαλκοὺς ἑκατὸν, οἱ μὲν ἑκατὸν χαλκοὶ πρὸς ἑαυτοὺς καθέλκουσι τὴν τρυτάνην· οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ μειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιμιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον. Ὥστε ἔστιν ὀλίγους ὄντας τῷ ἀριθμῷ, τῶν πολλῶν εἶναι τιμιωτέρους καὶ ἀναγκαιοτέρους. Ἀλλὰ τί ὑμῖν τὰ παραδείγματα ἀπὸ τῶν ἐν τῇ συνηθείᾳ φέρω πραγμάτων, δέον αὐτὴν τοῦ Θεοῦ τὴν ψῆφον περὶ τούτων παραγαγεῖν ἀποφαινομένην; Τί οὖν αὕτη φησί; Κρείσσων εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Ἔστι γὰρ, ἔστι πολλάκις ἄνθρωπος εἷς μυρίων ἀντάξιος. Καὶ τί λέγω, ἔστιν εἷς ἄνθρωπος μυρίων ἀντάξιος μόνος; ἀλλὰ καὶ τῆς οἰκουμένης ἀναγκαιότερος καὶ τιμιώτερος. Καὶ τούτου τὴν μαρτυρίαν ἀπὸ τῶν Παύλου ῥημάτων ποιήσομαι. Ἀνθρώπων γὰρ μνησθεὶς πενήτων, ἐλαυνομένων, θλιβομένων, κακουχουμένων, οὕτω φησί· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί λέγεις; τῶν ὑστερουμένων, τῶν κακουχουμένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁ κόσμος; Οὐχ ὁρᾷς πόσους πόσοις ἀντέστησας; Ὁρῶ μὲν, φησὶ, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἦν ὁ κόσμος ἄξιος αὐτῶν· ἐγὼ γὰρ τῶν νομισμάτων τούτων τὴν φύσιν οἶδα σαφῶς. Καὶ γῆν, καὶ θάλατταν, καὶ βασιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώπων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τούτοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιμι, ὅτι οὗτοι μᾶλλον κατάγουσιν οἱ πένητες. Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ' εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ. Ἐν πενίᾳ διῆγον· ἀλλ' ἐπλούτουν κατὰ τὴν εὐσέβειαν. Ἀνθρώπων ἦσαν ἐχθροί· ἀλλὰ τῷ Θεῷ φίλοι. Καὶ τίνες εἰσὶν οὗτοι; Ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, καὶ οἱ κατ' ἐκείνους ἅπαντες. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐδὲ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς, ἀλλ' ὅτι τὸ στόμα Ἠλίου τὸν οὐρανὸν ἔκλεισε καὶ ἀνέῳξε, καὶ ἡ μηλωτὴ αὐτοῦ τὸν Ἰορδάνην ἀπέστρεψε. Καὶ ταῦτα ἐννοῶν χαίρω, καὶ ἀλγῶ· χαίρω μὲν δι' ὑμᾶς τοὺς παρόντας, ἀλγῶ δὲ δι' ἐκείνους τοὺς μὴ παρόντας· ἀλγῶ σφόδρα, καὶ ὀδυνῶμαι, καὶ συντέτριμμαι τὴν καρδίαν. Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου πλείονος ἀπολαύοντα σπουδῆς ὁρῶν; Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδεμία ἡμῖν ἦν ἡ συγγνώμη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡμῖν ἐλλείπεται λόγος; Θέατρα καθ' ἑκάστην καλεῖ τὴν ἡμέραν, καὶ οὐδεὶς ὁ ὀκνῶν, οὐδεὶς ὁ ἀναδυόμενος, οὐδεὶς ἀσχολίαν προβάλλεται πραγμάτων· ἀλλ' ὥσπερ εὔζωνοι καὶ λελυμένοι φροντίδος ἁπάσης, οὕτω τρέχουσιν ἅπαντες· οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυμίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωμα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται. Ἀλλ' ἐὰν μὲν εἰς ἐκκλησίαν ἀπαντῆσαι δέῃ, καθάπερ ἐξ ὑπεροχῆς τινος καὶ ἀξιώματος καταβαίνων, οὕτω ναρκᾷ καὶ ὀκνεῖ, καὶ μετὰ ταῦτα φυσᾶται, ὥσπερ τι τῷ Θεῷ χαρισάμενος· εἰς δὲ θέατρον σπεύδων, ἔνθα ἀσελγῆ θεάματα καὶ ἀκούσματα, οὐ νομίζει καταισχῦναι ἑαυτὸν, οὐ τὸν πλοῦτον, οὐδὲ τὴν εὐγένειαν. Ἐβουλόμην εἰδέναι, ποῦ νῦν εἰσιν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην ἡμῖν ἐνοχλήσαντες· ἐνόχλησις γὰρ ἦν αὐτῶν ἡ παρουσία· ἐβουλόμην εἰδέναι τί πράττουσι, τί τῶν παρόντων αὐτοὺς ἀναγκαιότερον ἀπεσχόλησεν. Ἀλλ' ἀσχολία οὐδεμία, τῦφος δὲ μόνος. Καὶ τί γένοιτ' ἂν μανικώτερον; Τίνος γὰρ ἕνεκεν, ἄνθρωπε, μεγαλοφρονεῖς, καὶ νομίζεις ἡμῖν χαρίζεσθαι, ἐὰν παραγενόμενος ἐνταῦθα προσέχῃς, καὶ ἀκούσῃς τὰ πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς; τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί ἀλαζονεύῃ; διὰ τὸν πλοῦτον; διὰ τὰ ἱμάτια τὰ σηρικά; Εἶτα οὐκ ἐννοεῖς, ὅτι σκωλήκων εἰσὶν ἐκεῖνα νήματα, καὶ βαρβάρων ἀνθρώπων εὑρέματα; ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ μαλακοὶ, καὶ τυμβωρύχοι, καὶ λῃσταί; Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήματος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ· διάσκεψαι τῆς φύσεως τὸ εὐτελές. Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ φύσει μεγαλοφρονεῖς, εἰπέ μοι; Καὶ τί τούτου γένοιτ' ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων; Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος; Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ· οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιμος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg064.local001/.
