Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 2.1
Not analysed yet
Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων. Οὐ γὰρ ὁ πλοῦτος κακὸν, ἐὰν εἰς δέον βουλώμεθα αὐτῷ χρήσασθαι, ἀλλ' ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάμεθα εἰς κόλπους Ἀβραὰμ ἀπελθεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ' ἡ παράνομος αὐτοῦ χρῆσις κακόν. Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ' εὐχαριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα ἡμεῖς αὐτοῖς χρησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμῖν· διὰ τοῦτο κτήματα λέγεται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμᾶς. Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην; τί ἀντέστρεψας τὴν τάξιν; Ἀλλ' ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πράγματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα. Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν λιμένι· οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν· ἀλλ' ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. Οὐδαμοῦ κύματα ἐνταῦθα, οὐδαμοῦ ταραχή· ἀλλ' εὐλογία, καὶ εὐχαὶ, καὶ ὁμιλία πνευματικὴ, καὶ μετάστασις εἰς τὸν οὐρανόν· καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα καταλιπὼν, ταραχὴν ἀντικαταλλάττῃ γαλήνης; Τὸ μὴ παραγενέσθαι πένητας τοὺς τότε παρόντας, δεινὸν μὲν, ἀλλ' οὐδὲ οὕτω δεινὸν, ὡς τὸ μὴ παραγενέσθαι πλουσίους. Τίνος ἕνεκεν; Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθημερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον· παιδοτροφίας ἐπιμελοῦνται, γυναικὸς προεστήκασι, κἂν μὴ κάμωσι, τὰ τῆς ζωῆς αὐτοῖς οἰχήσεται. Ταῦτα λέγω, οὐχὶ ἀπολογίαν ὑπὲρ ἐκείνων συντιθεὶς, ἀλλὰ δεικνὺς πῶς μείζονος κατηγορίας οἱ πλουτοῦντές εἰσιν ἄξιοι. Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τούτων κατέχονται. Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεομάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύματι, τοὺς σκληροτραχήλους; Τούτων οἱ μὴ παραγενόμενοι πάντων χείρους εἰσίν. Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡμέρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι· καίτοι τί τῆς ἀργίας ἐκείνης χαλεπώτερον; Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην μεταχειρίζειν ἐφίενται· ἀλλ' ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέγουσιν. Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡμέρας ἄργησον, οὐδὲ δέκα ἡμέρας· ἀλλὰ δύο μοι δάνεισον ὥρας τῆς ἡμέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε· καὶ οὐδὲ τοῦτό μοι τὸ μέτρον εἰσφέρεις. Μᾶλλον δὲ μὴ ἐμοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ' ἑαυτῷ· ἵνα παράκλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πεπληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκαταγώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. Τί ἡδύτερον, εἰπέ μοι, τῆς ἐνταῦθα διαγωγῆς; Εἰ γὰρ διημερεύειν ἐνταῦθα ἐχρῆν, τί σεμνότερον; τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Ἰησοῦς μέσος, καὶ ὁ τούτου Πατήρ; Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; ποῖον ἕτερον βουλευτήριον; ποίαν σύνοδον; Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις· καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; Καὶ ποίαν ἔχεις συγγνώμην; Ταῦτα οὐχ ἵνα ὑμεῖς ἀκούσητε εἶπον· οὐ γὰρ χρείαν ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες· ἀλλ' εἶπον ταῦτα πρὸς ὑμᾶς, ἵνα ἀκούσωσιν οἱ μὴ παρόντες δι' ὑμῶν. Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν μὴ παραγενομένων ἁπλῶς, ἀλλ' ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λόγον. Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνήσατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων· εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπιδείκνυνται, εἴπατε πόσος μισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγομένοις. Ἂν γὰρ μόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν μὲν θυμὸν ἠγείρατε, καὶ τραῦμα εἰργάσασθε, τὸ δὲ φάρμακον οὐκ ἐπεθήκατε· ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ' ὡς φίλος ὀδυνώμενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξονται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν· οὐ γὰρ τοῖς ῥήμασιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος προσέξουσιν. Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἡμεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων ὑμῶν, ὑμεῖς τῆς τῶν ἀπολειφθέντων. Οὐ δυνάμεθα αὐτοῖς συγγενέσθαι δι' ἑαυτῶν· συγγενώμεθα αὐτοῖς δι' ὑμῶν, καὶ τῆς ὑμετέρας διδασκαλίας· γέφυρά τις ἡμῖν γενέσθω πρὸς ἐκείνους ἡ ὑμετέρα ἀγάπη· ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρόασιν. Τάχα αὐτάρκως εἴρηται ἕνεκεν τῶν ἀπολειφθέντων τὰ εἰρημένα, καὶ οὐδὲν δεῖ πλέον προσθεῖναι. Ἐνῆν μὲν γὰρ πλείονα εἰπεῖν, ἀλλ' ἵνα μὴ τὸν καιρὸν ἅπαντα εἰς τοῦτο καταδαπανήσωμεν κατηγοροῦντες, ὑμᾶς δὲ μηδὲν ὠφελοῦντες παραγενομένους αὐτοὺς, φέρε τι καὶ ὑμῖν παραθῶμεν ξένον ὄψον καὶ καινόν· ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν.