Ancient Greek · ~16 min
Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία σημείων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 2.1-2
Not analysed yet
Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ' ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ' ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἀλλ' ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφητῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμενον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. Διὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας. Διὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν, ἀλλ' Ἐποικοδομηθέντες, ἐπάνω οἰκοδομηθέντες. Ἀλλ' ἴδωμεν πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπροσθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ τι καὶ μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν. Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομίζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς οὖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου; Πράξεις ἀποστόλων. Οὐ δοκεῖ σαφὲς εἶναι; οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν; Ἀλλ' ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. Διὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε, Σημεῖα ἀποστόλων, ἢ Δυνάμεις καὶ τέρατα ἀποστόλων· ἀλλὰ Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σημεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων. Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα, θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφοτέρων ὑφαίνεται, καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον. Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέτερος. Θαῦμά ἐστι δαίμονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν, διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες πόσον τὸ μέσον πράξεων καὶ θαυμάτων, πολιτείας καὶ σημείων, τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος;