Ancient Greek
Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 3.1-3
Not analysed yet
Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ ὅτι οὐχ ἁπλῶς παρατρέχειν χρὴ τὰς ἐπιγραφὰς ἔλεγον, ὅτε καὶ τὸ ἐπίγραμμα ὑμῖν ἀνέγνων τοῦ βωμοῦ, καὶ τὴν σοφίαν ἐπέδειξα Παύλου, τὸν ἀλλότριον στρατιώτην καὶ ἐν τῇ παρατάξει τῶν ἐχθρῶν ἑστηκότα πρὸς τὴν οἰκείαν φάλαγγα μεταστήσαντος. Εἰς τοῦτο ἐν τῇ πρώτῃ ἡμέρᾳ κατέληξεν ἡ διδασκαλία πᾶσα· μετ' ἐκείνην ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐζητήσαμεν τίς ἦν ὁ τὸ βιβλίον γράψας· καὶ εὕρομεν τῇ τοῦ Θεοῦ χάριτι Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ διὰ πλειόνων ἀποδείξεων ὑμῖν παρεστήσαμεν τὸ ζητούμενον, τῶν μὲν σαφεστέρων, τῶν δὲ βαθυτέρων. Οἶδα γὰρ ὅτι τοῖς ἐσχάτοις τῶν εἰρημένων πολλοὶ τῶν ἀκουσάντων οὐ παρηκολούθησαν· ἀλλ' ὅμως οὐ διὰ τοῦτο ἀποστησόμεθα τοῦ κατατολμᾷν λεπτοτέρων νοημάτων. Τὰ μὲν οὖν σαφέστερα τοῖς ἀφελεστέροις, τὰ δὲ βαθύτερα τοῖς ὀξύτερον ἐνορῶσιν ἔσται χρήσιμα. Ποικίλην γὰρ εἶναι δεῖ τὴν τράπεζαν καὶ διάφορον, ἐπειδὴ καὶ διάφορος ἡ τῶν κεκλημένων ἐπιθυμία. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ περὶ ἐπιγραφῆς, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ περὶ τοῦ γράψαντος τὸ βιβλίον, τῇ τρίτῃ ἡμέρᾳ χθὲς πρὸς τοὺς παραγενομένους περὶ τῆς ἀρχῆς τῆς γραφῆς διελέχθημεν, καὶ ἐδείξαμεν, καθάπερ ἴσασιν οἱ ἀκηκοότες, τί μέν ἐστι πρᾶξις, τί δέ ἐστι θαῦμα, καὶ τί μέν ἐστι πολιτεία, τί δέ ἐστι σημεῖον, καὶ τέρας, καὶ δύναμις, καὶ πόσον τὸ μέσον ἑκατέρων· καὶ πῶς τὸ μὲν μεῖζον, τὸ δὲ χρησιμώτερον· καὶ πῶς τὸ μὲν καθ' ἑαυτὸν ὂν βασιλείαν προξενεῖ, τὸ δὲ ἐὰν μὴ λάβῃ τὴν ἀπὸ τῆς πράξεως συμμαχίαν, ἔξω τῶν προθύρων ἐκείνων ἐκβάλλεται. Σήμερον ἀναγκαῖον εἰπεῖν τὸ ἐπίλοιπον τῆς ἐπιγραφῆς, καὶ δεῖξαι τί ποτέ ἐστι τὸ ὄνομα τῶν ἀποστόλων. Οὐδὲ γὰρ ψιλόν ἐστι τὸ ὄνομα τοῦτο, ἀλλ' ἀρχῆς ἐστι προσηγορία, ἀρχῆς μεγίστης, ἀρχῆς τῆς πνευματικωτάτης, ἀρχῆς τῆς ἄνω. Ἀλλὰ διανάστητε. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασίν εἰσιν ἀρχαὶ πολλαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας, ἀλλ' αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους· οἷον, ἵνα ἀπὸ τῆς κατωτέρας τὸν ἀριθμὸν ποιησώμεθα, ἔστιν ὁ τῆς πόλεως ἔκδικος· ἔστιν ἀνώτερος ἐκείνου ὁ τοῦ ἔθνους ἡγεμών· ἔστι μετ' ἐκεῖνον ἕτερος ἄρχων μείζων· ἔστι πάλιν ὁ στρατηλάτης· ἔστιν ὁ ὕπαρχος· ἔστιν ἀνωτέρα τούτων ἀρχὴ, ἡ τῶν ὑπάτων ἀρχή· καὶ πᾶσαι μὲν αὗται ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· οὕτω καὶ τῶν πνευματικῶν πολλαὶ μὲν ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· πασῶν δὲ μείζων ἡ τῆς ἀποστολῆς ἀξία. Καὶ γὰρ ἀπὸ τῶν αἰσθητῶν ὑμᾶς ἐπὶ τὰ νοητὰ χειραγωγεῖν δεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, περὶ Πνεύματος διαλεγόμενος ὕδατος ἐμνημόνευσεν. Ὁ γὰρ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, φησίν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ὁρᾷς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ χειραγωγοῦντα τὸ γύναιον; Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, καὶ κάτωθεν ἀναβαίνομεν ἄνω, ὥστε εὐσημότερον γενέσθαι τὸν λόγον. Διὰ τοῦτο περὶ ἀρχῆς διαλεγόμενοι, οὐ πνευματικῆς ἐμνήσθημεν ἀρχῆς, ἀλλ' αἰσθητῆς, ἵνα ἀπὸ ταύτης πρὸς ἐκείνην ὑμᾶς χειραγωγήσωμεν. Ἠκούσατε πόσας ἠριθμήσαμεν ἀρχὰς βιωτικὰς, καὶ πῶς αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ πῶς ἡ τῶν ὑπάτων ἀρχὴ καθάπερ κορυφὴ καὶ κεφαλὴ πᾶσιν ἐπίκειται· ἴδωμεν καὶ τὰς ἀρχὰς τὰς πνευματικάς. Ἔστιν ἀρχὴ πνευματικὴ, προφητείας ἀρχή· ἔστιν ἑτέρα ἀρχὴ εὐαγγελισμοῦ, ἔστι ποιμένος, ἔστι διδασκάλου, ἔστι χαρισμάτων, ἔστιν ἰαμάτων, ἔστιν ἑρμηνείας γλωςσῶν. Ταῦτα πάντα ὀνόματα μέν ἐστι χαρισμάτων, πράγματα δὲ ἀρχῶν καὶ ἐξουσιῶν. Ὁ προφήτης ἄρχων ἐστί· παρ' ἡμῖν ὁ δαίμονας ἐξελαύνων ἄρχων ἐστί· παρ' ἡμῖν ὁ ποιμὴν καὶ διδάσκαλος ἄρχων ἐστὶ πνευματικός· ἀλλὰ τούτων ἁπάντων μείζων ἐστὶν ἀρχὴ ἡ ἀποστολική. Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι πρὸ πάντων ὁ ἀπόστολος τούτων ἐστί. Καὶ καθάπερ ὁ ὕπατος ἐν ταῖς αἰσθηταῖς ἀρχαῖς, οὕτως ὁ ἀπόστολος ἐν τοῖς πνευματικοῖς τὴν προεδρείαν ἔχει. Αὐτοῦ τοῦ Παύλου ἀκούσωμεν ἀριθμοῦντος τὰς ἀρχὰς, καὶ ἐν τῷ ὑψηλοτέρῳ χωρίῳ τὴν ἀποστολικὴν καθίζοντος. Τί οὖν οὗτός φησιν; Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων. Εἶδες κορυφὴν ἀρχῶν; εἶδες ὑψηλὸν καθήμενον τὸν ἀπόστολον, καὶ οὐδένα πρὸ ἐκείνου ὄντα, οὔτε ἀνώτερον; Πρῶτον γὰρ ἀποστόλους φησὶ, δεύτερον προφήτας, τρίτον διδασκάλους καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Οὐκ ἀρχὴ δὲ μόνον ἐστὶν ἡ ἀποστολὴ τῶν ἄλλων ἀρχῶν, ἀλλὰ καὶ ὑπόθεσις καὶ ῥίζα. Καὶ καθάπερ ἡ κεφαλὴ ἐν τῷ ὑψηλοτέρῳ τοῦ παντὸς καθημένη, οὐ μόνον ἀρχὴ τοῦ σώματός ἐστι καὶ ἐξουσία, ἀλλὰ καὶ ῥίζα (τὰ γὰρ νεῦρα τὰ διοικοῦντα τὸ σῶμα ἐξ ἐκείνης τικτόμενα, καὶ ἐξ αὐτοῦ βλαστάνοντα τοῦ ἐγκεφάλου, καὶ τὴν τοῦ πνεύματος δεχόμενα χορηγίαν, οὕτως ἅπαν οἰκονομεῖ τὸ ζῶον), οὕτω καὶ ἡ ἀποστολὴ οὐ μόνον ὡς ἀρχὴ καὶ ἐξουσία τοῖς λοιποῖς ἐπίκειται χαρίσμασιν, ἀλλὰ καὶ τὰς ἁπάντων ῥίζας ἐν ἑαυτῇ συλλαβοῦσα κατέχει. Καὶ ὁ μὲν προφήτης οὐ δύναται εἶναι καὶ ἀπόστολος καὶ προφήτης· ὁ δὲ ἀπόστολος καὶ προφήτης ἐστὶ πάντως, καὶ χαρίσματα ἔχει ἰαμάτων, καὶ γένη γλωσσῶν, καὶ ἑρμηνείας γλωσσῶν· διὸ ἀρχὴ καὶ ῥίζα ἐστὶ τῶν χαρισμάτων.