# In principium Actorum (homiliae 1-4) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4), Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-principium-actorum-homiliae-1-4/4.1-3

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, Παῦλον ὑμῖν παραγάγω μάρτυρα. Πρῶτον δὲ ἀναγκαῖον εἰπεῖν, τί ποτέ ἐστι γένη γλωσσῶν. Τί οὖν ἐστι γένη γλωσσῶν; Τὸ παλαιὸν ὁ βαπτισθεὶς καὶ πιστεύσας εὐθέως πρὸς τὴν φανέρωσιν τοῦ Πνεύματος διαφόροις ἐλάλει γλώσσαις. Ἐπειδὴ γὰρ ἔτι ἀσθενέστερον διέκειντο οἱ τότε, καὶ τὰ νοητὰ χαρίσματα ὁρᾷν οὐκ ἠδύναντο τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἐδίδοτο αἰσθητὸν χάρισμα, ὥστε τὸ νοητὸν γενέσθαι καταφανές· καὶ ὁ βαπτισθεὶς εὐθέως καὶ τῇ ἡμετέρᾳ γλώσσῃ, καὶ τῇ τῶν Περσῶν, καὶ τῇ τῶν Ἰνδῶν, καὶ τῇ τῶν Σκυθῶν ἐφθέγγετο, ὥστε μαθεῖν καὶ τοὺς ἀπίστους, ὅτι Πνεύματος ἁγίου ἠξίωτο. Καὶ ἦν τὸ μὲν σημεῖον αἰσθητὸν, ἡ τοιαύτη φωνὴ λέγω· τῇ γὰρ αἰσθήσει τοῦ σώματος αὐτῆς ἤκουον· τὴν δὲ νοητὴν καὶ οὐχ ὁρωμένην τοῦ Πνεύματος χάριν πᾶσι τὸ αἰσθητὸν τοῦτο σημεῖον κατάδηλον ἐποίει. Καὶ τοῦτο τὸ σημεῖον ἐκαλεῖτο γένη γλωσσῶν. Ὁ γὰρ μίαν γλῶσσαν ἔχων ἀπὸ τῆς φύσεως, ποικίλαις ἐλάλει γλώσσαις καὶ διαφόροις ἀπὸ τῆς χάριτος· καὶ ἦν ἰδεῖν ἄνθρωπον ἕνα μὲν τῷ ἀριθμῷ, ποικίλον δὲ τοῖς χαρίσμασι, καὶ διάφορα στόματα ἔχοντα, καὶ διαφόρους γλώσσας. Ἴδωμεν οὖν πῶς ὁ Ἀπόστολος καὶ τοῦτο εἶχε τὸ χάρισμα, καὶ τὰ ἄλλα πάντα. Περὶ μὲν τούτου οὕτω λέγει· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Εἶδες πῶς ἔχει τὰ γένη τῶν γλωσσῶν, καὶ οὐκ ἔχει μόνον, ἀλλὰ καὶ μετὰ πλείονος ὑπερβολῆς ἢ οἱ λοιποὶ πάντες πιστοί; Οὐ γὰρ εἶπεν, ὅτι Γλώσσαις ἔχω λαλεῖν μόνον, ἀλλὰ καὶ, Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Τὴν δὲ προφητείαν, ἣν εἶχε, δι' ἐκείνων δείκνυσι τῶν ῥημάτων, οὕτω λέγων· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· ὅτι δὲ τὰ ἐν ὑστέροις καιροῖς λέγειν, προφητεία ἐστὶ, παντί που δῆλον. Καὶ πάλιν, Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάτοις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· καὶ πάλιν, Λέγω δὲ ὑμῖν ἐν λόγῳ Κυρίου, ὅτι ἐν παρουσίᾳ αὐτοῦ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ τοῦτο δὲ προφητεία ἐστίν. Εἶδες πῶς γένη γλωσσῶν καὶ προφητείας ἔχει; Βούλει μαθεῖν πῶς ἔχει καὶ χαρίσματα ἰαμάτων; Ἀλλὰ τάχα τοῦτο οὐδὲ τῆς ἀπὸ τῶν λόγων ἀποδείξεως δεῖται. ὅταν ἴδωμεν οὐ μόνον τοὺς ἀποστόλους, ἀλλὰ καὶ τὰ ἱμάτια αὐτῶν χαρίσματα ἰαμάτων ἔχοντα. Ὅτι δὲ καὶ διδάσκαλος ἦν τῶν ἐθνῶν, πολλαχοῦ τοῦτο λέγει, καὶ ὅτι τῆς οἰκουμένης ἀντελαμβάνετο πάσης, καὶ διεκυβέρνα τὰς Ἐκκλησίας. Ὅταν οὖν ἀκούσῃς, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, μάθε ὅτι πᾶσα ἡ χορηγία τῶν λοιπῶν χαρισμάτων, ὥσπερ ἐν κεφαλῇ, τῇ ἀποστολῇ ἐναπόκειται. Ἆρ' οὐ ψιλὸν ἐνομίζετε τοὔνομα τῶν ἀποστόλων πρὸ τούτου; Ἰδοὺ νῦν ἔγνωτε πόσον βάθος ἔχει νοήματος τὸ ὄνομα. Ταῦτα δὲ εἰρήκαμεν, οὐκ οἰκείας δυνάμεως ἐπίδειξιν ποιούμενοι· οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τῶν ῥᾳθυμοτέρων τὴν νωθρίαν διεγειρούσης, ὥστε μηδὲν παρατρέχειν ἁπλῶς. Εἰκότως ἄρα ὑπατείαν πνευματικὴν ἐκαλέσαμεν τὴν ἀποστολήν. Ἄρχοντες γάρ εἰσιν ὑπὸ Θεοῦ χειροτονηθέντες οἱ ἀπόστολοι· ἄρχοντες, οὐκ ἔθνη καὶ πόλεις διαφόρους λαμβάνοντες, ἀλλὰ πάντες κοινῇ τὴν οἰκουμένην ἐμπιστευθέντες. Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παιζόντων ἀμείνους εἰσί. Πολὺ γὰρ μείζων αὕτη ἐκείνης ἡ ἀρχὴ, καὶ μᾶλλον τὴν ἡμετέραν συνέχει ζωὴν, καὶ ταύτης ἀρθείσης πάντα οἴχεται καὶ διαλέλυται. Τί ποτ' οὖν ἐστιν ἀρχῆς σύμβολον, καὶ τίνα ἔχειν τὸν ἄρχοντα χρή; Δεσμωτηρίου ἐξουσίαν, ὥστε τοὺς μὲν δῆσαι, τοὺς δὲ λῦσαι, τοὺς μὲν ἐκβάλλειν, τοὺς δὲ ἐμβάλλειν κύριός ἐστιν· ἀφεῖναι πάλιν χρημάτων ὀφλήματα, καὶ τοὺς μὲν ἀπολῦσαι ὄντας ὑπευθύνους, τοὺς δὲ κελεῦσαι ἀποδοῦναι κύριός ἐστιν· εἰς θάνατον πάλιν ἀπαγαγεῖν, καὶ ἀπὸ τοῦ θανάτου καλέσαι· μᾶλλον δὲ τοῦτο ἄρχοντος μὲν οὐκ ἔστι, βασιλέως δὲ μόνον· μᾶλλον δὲ οὐδὲ βασιλέως ὁλόκληρόν ἐστι τὸ δῶρον. Οὐ γὰρ ἀπὸ θανάτου καλεῖ τὸν ἀπιόντα, ἀλλ' ἐξ ἀπαγωγῆς μόνον, καὶ ἀπόφασιν μὲν λῦσαι δύναται, ἀπὸ θανάτου δὲ ἀνακαλέσασθαι οὐ δύναται· καὶ τὸ μὲν χεῖρον ἔχει, τοῦ βελτίονος δὲ ἀπεστέρηται. Ἀπὸ τῆς ζώνης δὲ πάλιν δοκιμάζομεν τὸν ἄρχοντα, ἀπὸ τῆς τοῦ κήρυκος φωνῆς, ἀπὸ τῶν ῥαβδούχων, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τοῦ ξίφους· ταῦτα γὰρ πάντα ἀρχῆς σύμβολα. Ἴδωμεν τοίνυν καὶ τὴν τῶν ἀποστόλων ἀρχὴν, εἰ ταῦτα ἔχει τὰ σύμβολα· ἔχει μὲν, οὐ τοιαῦτα δὲ, ἀλλὰ πολλῷ βελτίονα, Καὶ ἵνα μάθῃς ὅτι ταῦτα μὲν ὀνόματα πραγμάτων, ἐκεῖνα δὲ ἀλήθεια πραγμάτων· ἵνα μάθῃς τὸ μέσον τῶν παιδίων τῶν παιζόντων ἀρχὰς, καὶ τῶν ἀρχῶν τῶν ἐχόντων τὰς ἀρχάς· καὶ, εἰ βούλεσθε, ἀπὸ τοῦ δεσμωτηρίου πρῶτον ἀριθμήσομεν. Καὶ γὰρ εἰρήκαμεν, ὅτι κύριος τοῦ δῆσαι καὶ λῦσαί ἐστιν ὁ ἄρχων. Ὅρα δὴ ταύτην τὴν ἀρχὴν τοὺς ἀποστόλους ἔχοντας. Ὅσους γὰρ ἂν δήσητε ἐπὶ τῆς γῆς, φησὶν, ἔσονται δεδεμένοι ἐν τοῖς οὐρανοῖς· καὶ ὅσους ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσονται λελυμένοι ἐν οὐρανοῖς. Εἶδες δεσμωτηρίου, καὶ δεσμωτηρίου ἐξουσίαν· καὶ τὸ μὲν ὄνομα τὸ αὐτὸ, τὸ δὲ πρᾶγμα οὐ τὸ αὐτό. Δεσμὰ, καὶ δεσμά· ἀλλὰ τὰ μὲν ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν οὐρανῷ. Οὐρανὸς γάρ ἐστιν αὐτοῖς τὸ δεσμωτήριον. Μάθε τοίνυν τὸ μέγεθος τῆς ἀρχῆς. Ἐπὶ τῆς γῆς καθήμενοι φέρουσι τὴν ψῆφον, καὶ τῆς ψήφου ἡ δύναμις διαβαίνει τοὺς οὐρανούς. Καὶ καθάπερ οἱ μὲν βασιλεῖς καθήμενοι ἐν μιᾷ πόλει ψηφίζονται καὶ νομοθετοῦσιν, ἡ δὲ τῶν ψηφισμάτων καὶ τῶν νόμων δύναμις πᾶσαν διατρέχει τὴν οἰκουμένην· οὕτω καὶ τότε, οἱ μὲν ἀπόστολοι ἐν ἑνὶ τόπῳ καθήμενοι ταῦτα ἐνομοθέτουν· ἡ δὲ τῶν νόμων δύναμις, καὶ τῶν δεσμῶν τούτων, οὐχὶ τὴν οἰκουμένην μόνον διέτρεχεν, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ὕψος τῶν οὐρανῶν ἀνέβαινεν. Εἶδες δεσμωτήριον, καὶ δεσμωτήριον· τὸ μὲν ἐπὶ γῆς, τὸ δὲ ἐν οὐρανῷ, τὸ μὲν σωμάτων, τὸ δὲ ψυχῶν· μᾶλλον δὲ καὶ ψυχῶν καὶ σωμάτων· οὐ γὰρ σώματα ἐδέσμουν μόνον, ἀλλὰ καὶ ψυχάς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg064.local001/.
