Ancient Greek
Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία σημείων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 6.1
Not analysed yet
Φέρε οὖν, ἀναλογισώμεθα τὰ εἰρημένα ἄνωθεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀπὸ πολιτείας, οὐκ ἀπὸ θαυμάτων τὸ γνώρισμα τοῦ μαθητὰς εἶναι ἀποδέδεικται. Πέτρε, φιλεῖς με πλέον τούτων; ποίμαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἕτερον γνώρισμα, καὶ αὐτὸ πάλιν ἀπὸ πολιτείας. Τρίτον πάλιν γνώρισμα· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο πολιτείας πάλιν κατόρθωμα. Βούλει καὶ τετάρτην ἀπόδειξιν τούτου μαθεῖν; Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ καὶ ἐνταῦθα ἔργα φαίνεται. Καὶ ὅταν λέγῃ πάλιν· Ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει, τὴν πολιτείαν ἐπαινεῖ, καὶ τὸν διηκριβωμένον βίον. Εἶδες τοὺς μαθητὰς ἀπὸ τοῦ φιλεῖν ἀλλήλους γνωριζομένους, τὸν δὲ ὑπὲρ τοὺς ἀποστόλους φιλοῦντα τὸν Χριστὸν ἀπὸ τοῦ ποιμαίνειν τοὺς ἀδελφοὺς φαινόμενον, τοὺς δὲ ὀφείλοντας χαίρειν, οὐκ ἀπὸ τοῦ δαίμονας ἐκβάλλειν, ἀλλ' ἀπὸ τοῦ ἐγγεγράφθαι ἐν τῷ οὐρανῷ κελευομένους εὐφραίνεσθαι, καὶ τοὺς μὲν τὸν Θεὸν δοξάζοντας ἀπὸ τῆς τῶν ἔργων λαμπρότητος δεικνυμένους, τοὺς δὲ ζωῆς ἐπιτυχόντας καὶ ἑκατονταπλασίονα λαμβάνοντας, ἀπὸ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας ἐπιτυχόντας ταύτης τῆς δωρεᾶς. Τούτους μίμησαι πάντας, καὶ δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι· καὶ οὐδὲν ἔσται σοι κώλυμα πρὸς τὸ τυχεῖν τῶν ἀγαθῶν ἁπάντων, τὸ μὴ ποιεῖν σημεῖα, ἐὰν πολιτείαν ἔχῃς διηκριβωμένην. Καὶ γὰρ αὐτὸς τοῦτο τὸ ὄνομα, Πέτρος, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων ἔλαβεν, ἀλλ' ἀπὸ ζήλου καὶ φίλτρου γνησίου. Οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς ἀνέστησεν, οὐδὲ ἐπειδὴ χωλὸν ἀνώρθωσεν, οὕτως ἐκλήθη· ἀλλ' ἐπειδὴ πίστιν μετὰ τῆς ὁμολογίας ἐπεδείξατο γνησίαν, τὸ ὄνομα τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Διὰ τί; Οὐχ ὅτι θαύματα ἐποίησεν, ἀλλ' ὅτι εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ Πέτρον κληθῆναι, οὐκ ἀπὸ θαυμάτων, ἀλλ' ἀπὸ ζήλου πεπυρωμένου ἔλαβε τὴν ἀρχήν. Ἀλλ' ἐπειδὴ Πέτρου ἐμνήσθην, εἰσῆλθέ μοι καὶ ἑτέρου Πέτρου μνήμη, τοῦ κοινοῦ πατρὸς, καὶ διδασκάλου, ὃς τὴν ἐκείνου διαδεξάμενος ἀρετὴν, καὶ τὴν καθέδραν ἐκληρονόμησε τὴν ἐκείνου. Ἓν γὰρ καὶ τοῦτο πλεονέκτημα τῆς ἡμετέρας πόλεως, τὸ τῶν ἀποστόλων τὸν κορυφαῖον λαβεῖν ἐν ἀρχῇ διδάσκαλον. Ἔδει γὰρ τὴν πρὸ τῆς οἰκουμένης ἁπάσης τὸ τῶν Χριστιανῶν ἀναδησαμένην ὄνομα, τὸν τῶν ἀποστόλων πρῶτον ποιμένα λαβεῖν. Ἀλλὰ λαβόντες αὐτὸν διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν, ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ· μᾶλλον δὲ εἰς τὸ τέλος αὐτὸν ἐσχήκαμεν· τὸ μὲν γὰρ σῶμα Πέτρου οὐ κατέχομεν, τὴν δὲ πίστιν Πέτρου κατέχομεν ὡς Πέτρον· τὴν δὲ πίστιν Πέτρου κατέχοντες, αὐτὸν ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου ζηλωτὴν ὁρῶντες, αὐτὸν δοκοῦμεν ὁρᾷν· καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ' ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παραγέγονεν, εἰκότως ἂν καὶ τῆς προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ ὁ Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις. Αἰτήσωμεν δὴ καὶ τούτῳ μακρὰν πολιτείαν· ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.