# In principium Actorum (homiliae 1-4) 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4), Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-principium-actorum-homiliae-1-4/6.1-2

Ἀναγκαῖον δὴ καὶ τὰ κατορθώματα αὐτῶν δεῖξαι πάντα, καὶ ὅσα τὴν οἰκουμένην ὤνησαν. Καὶ γὰρ καὶ τοῦτο ἀρχόντων, τὸ μὴ τιμῆς ἀπολαύειν μόνον, ἀλλὰ καὶ πολλὴν ἐνδείκνυσθαι πρὸς τοὺς ἀρχομένους τὴν πρόνοιαν καὶ τὴν προστασίαν. Ἀλλὰ πλείονα τοῦ δέοντος καὶ τὰ εἰρημένα. Διὰ τοῦτο εἰς ἑτέραν ἀναβαλλόμενος ταῦτα διάλεξιν, πρὸς τὴν τῶν νεοφωτίστων παραίνεσιν παραγαγεῖν πειράσομαι λόγον. Μηδεὶς δὲ ἄκαιρον νομιζέτω τὴν συμβουλήν. Καὶ γὰρ ἔφθην εἰπὼν, ὅτι οὐ μετὰ δέκα καὶ εἴκοσι ἡμέρας μόνον, ἀλλὰ καὶ μετὰ δέκα καὶ εἴκοσι ἔτη δυνατὸν νεοφωτίστους καλεῖν τοὺς μεμυημένους, ἐὰν νήφωσι. Τίς οὖν ἂν γένοιτο πρὸς τούτους ἀρίστη παραίνεσις; Εἰ τοῦ τρόπου τῆς γεννήσεως αὐτοὺς ἀναμνήσαιμεν, καὶ τοῦ προτέρου, καὶ τοῦ δευτέρου, τοῦ φυσικοῦ, καὶ τοῦ πνευματικοῦ, καὶ τί τὸ μέσον ἑκατέρας τῆς γεννήσεως δείξαιμεν. Μᾶλλον δὲ οὐ δεῖ παρ' ἡμῶν αὐτοὺς ταῦτα μανθάνειν· αὐτὸς ὁ τῆς βροντῆς υἱὸς περὶ τούτων αὐτοῖς διαλέξεται, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης. Τί οὖν ἐκεῖνός φησιν; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· εἶτα ἀναμιμνήσκων αὐτοὺς τῆς προτέρας γεννήσεως, καὶ ἐκ συγκρίσεως τὸ σεμνὸν τῆς παρούσης χάριτος ἐνδεικνύμενος, οὕτω φησί· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Ἑνὶ ῥήματι αὐτῶν ἔδειξε τὴν εὐγένειαν. Ὢ καθαρῶν ὠδίνων. ὢ πνευματικῶν τόκων. ὢ καινῶν λοχευμάτων. χωρὶς μήτρας σύλληψις, χωρὶς γαστρὸς γέννησις, χωρὶς σαρκὸς τόκος, τόκος πνευματικὸς, τόκος ἐκ χάριτος καὶ φιλανθρωπίας Θεοῦ, τόκος εὐφροσύνης γέμων καὶ χαρᾶς. Ἀλλ' οὐ τοιοῦτος ὁ πρότερος, ἀλλ' ἀπὸ θρήνων ἔχει τὴν ἀρχήν. Τὸ γὰρ παιδίον ἐκ τῆς μήτρας ὀλισθαῖνον καὶ ἐκ τῆς νηδύος καταφερόμενον, πρώτην φωνὴν μετὰ δακρύων ἐκβάλλει, καθάπερ τίς φησι· Πρώτην φωνὴν τὴν ὁμοίαν ἅπασιν ἴσα κλαίων. Διὰ θρήνων γὰρ ἡ εἴσοδος εἰς τὸν βίον, διὰ δακρύων προοίμια, τῆς φύσεως τὸ μέλλον ὀδυνηρὸν προαναφωνούσης. Τί κλαίει τὸ παιδίον εἰς φῶς ἐλθόν; Διὰ τοῦτο· πρὸ μὲν τῆς ἁμαρτίας ἔλεγεν ὁ Θεὸς, Αὐξάνεσθε, καὶ πληθύνεσθε, ὅπερ εὐλογίας ἦν· τὸ δὲ, Ἐν λύπαις τέξῃ τέκνα, μετὰ τὴν ἁμαρτίαν, ὅπερ τιμωρίας ἦν. Οὐ δάκρυα δὲ ἐν τῇ γεννήσει μόνον, ἀλλὰ καὶ σπάργανα καὶ δεσμά· δάκρυα ἐν τῇ γεννήσει, δάκρυα ἐν θανάτῳ· σπάργανα ἐν γεννήσει, σπάργανα ἐν θανάτῳ· ἵνα μάθῃς ὅτι πρὸς θάνατον ἡ ζωὴ αὕτη τελευτᾷ, καὶ πρὸς ἐκεῖνο καταστρέφει τὸ τέλος. Ἀλλ' οὐχ ἡ γέννησις αὕτη. Οὐδαμοῦ δάκρυα καὶ σπάργανα, ἀλλὰ λελυμένος ὁ γεννηθεὶς, καὶ πρὸς ἀγῶνας παρεσκευασμένος· διὰ τοῦτο ἄφετοι οἱ πόδες καὶ αἱ χεῖρες, ἵνα τρέχῃ καὶ πυκτεύῃ· οὐδαμοῦ θρῆνος, οὐδαμοῦ δάκρυα ἐνταῦθα, ἀλλ' ἀσπασμοὶ, καὶ φιλίαι, καὶ περιπλοκαὶ τῶν ἀδελφῶν τὸ οἰκεῖον μέλος ἐπιγινωσκόντων, καὶ ὥσπερ ἐκ μακρᾶς ἀπολαβόντων ἀποδημίας. Ἐπειδὴ γὰρ πρὸ τοῦ φωτίσματος ἐχθρὸς ἦν, μετὰ δὲ τὸ φώτισμα γέγονε φίλος τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου, διὰ τοῦτο πάντες συνηδόμεθα· διὰ τοῦτο καὶ τὸ φίλημα εἰρήνη καλεῖται, ἵνα μάθωμεν ὅτι πόλεμον κατέλυσεν ὁ Θεὸς, καὶ πρὸς τὴν οἰκείωσιν ἐπανήγαγε τὴν ἑαυτοῦ. Ταύτην οὖν τηρῶμεν διηνεκῶς, ταύτην φυλάττωμεν τὴν εἰρήνην, ταύτην ἐκτείνωμεν τὴν φιλίαν, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg064.local001/.
